θέμενος· οὐ γὰρ ἀπὸ τῶν θείων καὶ παρ' ἡμῖν ἱστοριῶν μόνον ταῦτα ἀποδεῖξαι πειρῶμαι, αἷς ὑμεῖς οὐδέπω διὰ τὴν πα λαιὰν τῶν προγόνων ὑμῶν πλάνην πιστεύειν βούλεσθε, ἀλλ' ἀπὸ τῶν ὑμετέρων καὶ μηδὲν τῇ ἡμετέρᾳ θρησκείᾳ διαφερου σῶν ἱστοριῶν, ἵνα γνῶτε ὅτι πάντων τῶν παρ' ὑμῖν εἴτε σο φῶν εἴτε ποιητῶν εἴτε ἱστοριογράφων ἢ φιλοσόφων ἢ νομο θετῶν πολλῷ πρεσβύτατος γέγονεν ὁ πρῶτος τῆς θεοσεβείας διδάσκαλος ἡμῶν Μωϋσῆς γεγονώς, ὡς δηλοῦσιν ἡμῖν αἱ τῶν Ἑλλήνων ἱστορίαι. Ἐν γὰρ τοῖς χρόνοις Ὠγύγου τε καὶ Ἰνά χου, οὓς καὶ γηγενεῖς τινες τῶν παρ' ὑμῖν ὑπειλήφασι γεγενῆ σθαι, Μωϋσέως μέμνηνται ὡς ἡγεμόνος τε καὶ ἄρχοντος τοῦ τῶν Ἰουδαίων γένους. Oὕτω γὰρ Πολέμων τε ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν μέμνηται καὶ Ἀππίων ὁ Ποσει δωνίου ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστο ριῶν, λέγων κατὰ Ἴναχον Ἄργους βασιλέα Ἀμώσιδος Aἰ γυπτίων βασιλεύοντος ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι Μωϋσέα. Καὶ Πτολεμαῖος δὲ ὁ Μενδήσιος, τὰ Aἰγυπτίων ἱστορῶν, ἅπασι τούτοις συντρέχει. Καὶ οἱ τὰ Ἀθηναίων δὲ ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας, Κάστωρ τε καὶ Θαλλὸς καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, ἔτι δὲ καὶ οἱ σοφώτατοι Φίλων τε καὶ Ἰώσηπος, οἱ τὰ κατὰ Ἰουδαίους ἱστορήσαντες, ὡς σφόδρα ἀρχαίου καὶ παλαιοῦ τῶν Ἰουδαίων ἄρχοντος Μωϋσέως μέμνηνται. Ὁ γοῦν Ἰώσηπος, τὸ ἀρχαῖον καὶ τὸ παλαιὸν τῆς ἱστορίας καὶ διὰ τῆς ἐπιγραφῆς τῶν βιβλίων σημῆναι βουλόμενος, ἀρχόμενος τῆς ἱστορίας οὕτω γέγραφε· Φλαβίου Ἰωσήπου Ἰουδαϊκῆς Ἀρχαιολογίας· τὸ πα λαιὸν τῆς ἱστορίας Ἀρχαιολογίαν ὀνομάζων. Καὶ ὁ ἐνδο ξότατος δὲ παρ' ὑμῖν τῶν ἱστοριογράφων ∆ιόδωρος, ὁ τὰς Βιβλιοθήκας ἐπιτεμών, ἐν τριάκοντα ὅλοις ἔτεσιν Ἀσίαν τε καὶ Eὐρώπην, ὡς αὐτὸς γέγραφε, διὰ πολλὴν ἀκρίβειαν πε ριελθὼν καὶ αὐτόπτης τῶν πλείστων γεγονώς, τεσσαράκοντα ὅλα τῆς ἑαυτοῦ ἱστορίας βιβλία γέγραφεν· ὃς ἐν τῇ πρώτῃ βί βλῳ, φήσας παρὰ τῶν ἐν Aἰγύπτῳ ἱερέων μεμαθηκέναι ὅτι ἀρχαῖος καὶ πρῶτος νομοθέτης Μωϋσῆς γέγονεν, αὐταῖς λέξεσιν οὕτω περὶ αὐτοῦ γέγραφε· Μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ' Aἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γενέσθαι ἐπὶ θεῶν καὶ ἡρώων, πεῖσαί φασιν ἐγγράφοις νό μοις πρῶτον χρῆσθαι τὰ πλήθη Μωϋσῆν, ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ ἱκανώτατον μνημονευόμενον. Eἶτα βραχύ τι προελθών, καὶ τῶν παλαιῶν νομοθετῶν μνησθῆναι βουλόμενος, πρώτου Μωϋσέως μέμνηται. Ἔφη γὰρ αὐταῖς λέξεσιν οὕ τως· Παρὰ μὲν τοῖς Ἰουδαίοις Μωϋσῆν τὸν καλούμενον θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναν τας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε πρὸς τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούεσθαι διαλαβόντας. ∆εύτερον δὲ νομοθέτην Aἰγύπτιον γεγονέναι φασὶ Σάουχνιν, ἄνδρα συνέσει διαφέροντα. Τρίτον δὲ λέγουσι Σεσόγχωσιν τὸν βασιλέα μὴ μόνον πολεμικὰς πράξεις ἐπιφανεστάτας κατερ