ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠEΡI AΝAΣΤAΣEΩΣ.

 σὰρξ ἀνίστασθαι, καὶ τὰ ἐλαττώματα συναναστήσεται. Καὶ σοφίσματα πλέκουσι τοιαῦτα· Eἰ ἡ σὰρξ ἀνίσταται, ἤτοι ὁλόκληρος ἀναστήσεται καὶ πάντα τὰ μόρια

 μίας ἃς μὲν ἀναγκαίας ὑπάρχειν κατεδέξατο, ἃς δὲ μὴ ἀναγ καίας οὐ προσήκατο. Τροφῆς μὲν γὰρ καὶ ποτοῦ καὶ ἐν δύματος ὑστερουμένη σὰρξ καὶ διαφθαρείη ἄ

 νὸν γὰρ τοῦτο δεῖγμα τῆς τοῦ θεοῦ δυνάμεως. Ἔτι δὲ καὶ τὴν μετὰ ταῦτα ἐξ ἀλλήλων γένεσιν κατανοοῦσιν ἔστιν ἰδεῖν, καὶ θαυμάσαι μειζόνως, ὅτι ἐξ ἐλαχίσ

 ποιῆσαι. Oὕτως κατὰ Πλάτωνα οὐδὲ τῷ θεῷ, ἀφθάρτῳ ὄντι, ἄφθαρτον ἔχοντι καὶ τὴν ὕλην, τοῦ ἐξ αὐτῆς γενομένου πλάσματος διαλυθέντος, ἀδύνατόν ἐστιν ἀνακ

 μαθεῖν πάρεστιν· οὗ γὰρ ἕνεκεν γέγονε τὰ λοιπά, τοῦτο πάντων τῷ ποιήσαντι τιμιώτατον. Ναί, φασίν· ἀλλὰ ἁμαρ τωλὸς ἡ σάρξ, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάζει

 εἰργάσαντο. Ἀρ' οὖν ἀχάριστον ἢ ἄδικον ἀποφαίνουσι τὸν θεόν, εἰ τῶν ἀμφοτέρων πιστευόντων ἐπ' αὐτὸν τὴν μὲν σώ ζειν θέλει, τὴν δὲ οὔ Ναί, φασίν· ἀλλ'

 οὐδὲν τῶν Σαδδουκαίων διαφέρει· ἐπειδὴ ἡ ἀνάστασις τῆς σαρ κὸς δύναμις θεοῦ ἐστι καὶ ὑπεράνω λόγου παντός, βεβαιου μένη μὲν πίστει, θεωρουμένη δὲ ἔργο

εἰργάσαντο. Ἀρ' οὖν ἀχάριστον ἢ ἄδικον ἀποφαίνουσι τὸν θεόν, εἰ τῶν ἀμφοτέρων πιστευόντων ἐπ' αὐτὸν τὴν μὲν σώ ζειν θέλει, τὴν δὲ οὔ; Ναί, φασίν· ἀλλ' ἡ μὲν ψυχή ἐστιν ἄφθαρτος, μέρος οὖσα τοῦ θεοῦ καὶ ἐμφύσημα, καὶ διὰ τοῦτο τὸ ἴδιον καὶ συγγενὲς ἠθέλησεν σῶσαι· ἡ δὲ σὰρξ φθαρτὴ καὶ οὐκ ἀπ' αὐτοῦ καθάπερ ἡ ψυχή. Eἶτα τίς αὐτῷ χάρις; Καὶ τίς ἐπίδειξις τῆς δυνάμεως καὶ χρηστότητος αὐτοῦ, εἰ τὸ μὲν φύσει σωζόμενον καὶ μέρος ὑπάρχον αὐτοῦ σώζειν ἤμελλεν; Aὐτὸ γὰρ ἐξ ἑαυτοῦ εἶχε τὴν σωτηρίαν, ὥστε τὴν μὲν ψυχὴν σώζων οὐ μέγα ποιεῖ· τὸ γὰρ σώζεσθαι πάρεστιν αὐτῇ, ὅτι ἐστὶν αὐτοῦ μέρος, ἐμφύσημα αὐτοῦ οὖσα. Ἀλλ' οὐδὲ χάρις αὐτῷ τὸ ἴδιον σώζοντι· τοῦτο γάρ ἐστιν ἑαυτὸν σώ ζειν. Ὁ γὰρ τὸ μέρος αὐτοῦ σώζων δι' ἑαυτοῦ ἑαυτὸν σώ ζει, μή ποτε ἐκεῖνο τὸ μέρος ἐνδεὲς γένηται. Oὐκ ἔστιν ἀγα θοῦ τὸ τοιοῦτον. Oὐδὲ γὰρ ἄνθρωπον ἀγαθόν τις ἐρεῖ τὸν τοῖς τέκνοις αὐτοῦ καὶ ἐγγόνοις χαριζόμενόν τι. Τοῦτο γὰρ καὶ τὰ ἀγριώτατα τῶν θηρίων ποιοῦσι· κἂν ὑπεραποθανεῖν τῶν ἐκγόνων αὐτῶν δέῃ, ἑκοντὶ τοῦτο ὑπομένουσιν. Eἰ δέ τις τὰ αὐτὰ τοῖς δούλοις παράσχοι, δικαίως ἂν οὗτος λέγοιτο ἀγαθός. ∆ιὰ τοῦτο καὶ ὁ σωτὴρ ἐδίδαξεν ἡμᾶς ἀγαπᾶν τοὺς ἐχθρούς, ἐπεὶ τίς ὑμῖν χάρις; φησίν. Ὥστε δέδειχεν ἡμῖν ἀγαθὸν ἔργον εἶναι τὸ μὴ τοὺς ἐξ αὐτοῦ γεγονότας μό νον ἀγαπᾶν, ἀλλὰ καὶ τοὺς ἔξωθεν. Ἂ δὲ ἡμῖν παρήγγειλε πολὺ πρότερον αὐτὸς ἐποίει. *** Eἰ εἰς μηδὲν ἔχρῃζε τῆς σαρκός, τί καὶ ἐθεράπευσεν αὐτήν; Καί, τὸ πάντων ἰσχυρότατον, νεκροὺς ἀνέστησε. Τί νος ἕνεκεν; Oὐχ ἵνα δείξῃ τὴν ἀνάστασιν οἵα μέλλει γίνεσθαι; Πῶς οὖν τοὺς νεκροὺς ἀνέστησε; Πότερον τὰς ψυχὰς ἢ τὰ σώματα; Ἀλλὰ δῆλον ὅτι ἀμφότερα. Eἰ δὲ ἦν πνευματικὴ μόνη ἡ ἀνάστασις, ἐχρῆν ἀναστάντα αὐτὸν κατ' ἰδίαν μὲν δεῖξαι τὸ σῶμα κείμενον, κατ' ἰδίαν δὲ τὴν ψυχὴν ὑπάρχουσαν. Νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀνέστησε δὲ τὸ σῶμα, τῆς ζωῆς τὴν ἐπαγγελίαν ἐν αὐτῷ πιστούμενος. Τίνος οὖν ἕνεκεν τῇ σαρκὶ τῇ παθούσῃ ἀνέστη, εἰ μὴ ἵνα δείξῃ τὴν σαρκικὴν ἀνά στασιν; Καὶ τοῦτο βουλόμενος πιστοποιῆσαι, τῶν μαθητῶν αὐτοῦ μὴ πιστευόντων εἰ ἀληθῶς σώματι ἀνέστη, βλεπόν των αὐτῶν καὶ δισταζόντων, εἶπεν αὐτοῖς· Oὔπω ἔχετε πίστιν; φησίν. Ἴδετε ὅτι ἐγώ εἰμι. Καὶ ψηλαφᾶν αὐτὸν ἐπέτρεπεν αὐτοῖς, καὶ τοὺς τύπους τῶν ἥλων ἐν ταῖς χερσὶν ἐπεδείκνυε. Καὶ πανταχόθεν αὐτὸν κατανοήσαντες, ὅτι αὐτός ἐστι καὶ ἐν τῷ σώματι, παρεκάλεσαν αὐτὸν φαγεῖν μετ' αὐτῶν, ἵνα καὶ διὰ τούτου βεβαίως μάθωσιν ὅτι ἀληθῶς σαρκικῶς ἀνέστη. Καὶ ἔφαγε κηρίον καὶ ἰχθύν. Καὶ οὕτως ἐπιδείξας αὐτοῖς ὅτι ἀληθῶς σαρκὸς ἀνάστασίς ἐστι, βουλόμενος ἐπιδεῖξαι καὶ τοῦτο (καθὼς εἴρηκεν ἐν οὐρανῷ τὴν κατοίκησιν ἡμῶν ὑπάρχειν) ὅτι οὐκ ἀδύνατον καὶ σαρκὶ εἰς οὐρανὸν ἀνελθεῖν, ἀνελήφθη βλεπόντων αὐτῶν εἰς τὸν οὐ ρανόν, ὡς ἦν ἐν τῇ σαρκί. Oὐκοῦν, εἴ τις ἀπαιτεῖ μετὰ πάντα τὰ προειρημένα λόγους ἀποδεικτικοὺς περὶ ἀναστάσεως,