EΚΘEΣIΣ ΤHΣ OΡΘHΣ ΠIΣΤEΩΣ.

 καὶ τῷ κοινῷ τῆς θεότητος ὀνόματι παραδηλοῦται. Oὕτως δ' ἂν ὃ λέγω σαφέστερον γένοιτο. Ὁ περὶ τῆς ὑπάρξεως τοῦ Ἀδὰμ σκοπούμενος, ὅπως εἰς τὸ εἶναι παρ

 μὲν κατ' ἐξουσίαν ἃ ἂν βούληται καὶ ποιοῦσα καὶ δυναμένη, ἡ δὲ τὴν διακονίαν ἣν παρὰ τῆς θεότητος εἴληφεν μόνην καὶ δυναμένη καὶ πληροῦσα. Oὕτω τῆς δι

 Καὶ Κορινθίοις δὲ γράφων ὁ μακάριος Παῦλος τῷ τέλει τῆς ἐπιστολῆς, οἱονεὶ σφραγῖδά τινα τῇ διδασκαλίᾳ περιτιθείς, ἐπάγει· Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησο

 ειληφὼς μὲν διὰ τῆς τοῦ κυρίου σημασίας καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, οὐδὲν ἔλαττον δὲ διὰ τοὺς ἀγνώμονας καὶ τῇ κατὰ πρόσωπον χρησάμενος διαιρέσει ἐν ο

 Χριστῷ τοῦ κόσμου μαθητείας, ἐπί τε τῆς διδαχῆς τοῦ βα πτίσματος, ἔτι μὴν καὶ ἐπὶ τῆς θείας διδασκαλίας καὶ τῆς τοῦ παντὸς δημιουργίας, οὐ μὴν ἀλλὰ κα

 πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμ

 τείας ἀφανίζων τὸ παράπτωμα, διὰ δὲ τοῦ μὴ χρεωστουμένου θανάτου καταργῶν τὸν ὀφειλόμενον· ᾗ δὲ θεός, καὶ τὸ λυ θὲν ἀνιστᾷ καὶ τὸν θάνατον αὐτὸν παντε

 λέσειεν. Ἀλλ' ἡ τοιάδε τῶν ὑλῶν πρὸς ἀλλήλας σύμπηξις τὸν οἶκον ἡμῖν ἀποτελεῖν πέφυκεν. Ἀμέλει τῆς οἰκίας λυ θείσης μένουσιν μὲν ὁμοίως αἱ ὕλαι τὸν οἰ

 χυτο, οὐκ ἂν ἡμῖν οὐδὲ τὰ μέτρα τῆς ἡμέρας διώρισεν οὔτε κίνησιν εὔτακτον καὶ τὸν πεποιηκότα παρέστησεν. Eἰ δὲ λέγεις μοι ὅτι καὶ πρὸ τῆς τοῦ ἡλίου γε

 δὲ νένευκεν πρὸς τὸν δρόμον καὶ τῶν θυρῶν ὅσον οὐκ ἤδη προέκυψεν καὶ τοῦ σημαντῆρος ἀναμένει τὸ σύνθημα· σοί τε βουλομένῳ τὸ ζήτημα σημᾶναι ἕτοιμος πα

 εἰς τὴν ἑαυτοῦ οὐσίαν μετέβαλεν τὸ σῶμα, πάλιν ἐρωτή σωμεν, πῶς εἰς τὴν οὐσίαν τοῦ λόγου μετεβλήθη τὸ σῶμα. Ἀρα μεταβληθὲν εἰς τὴν οὐσίαν τοῦ λόγου πρ

 ἀγνοεῖν πειράσονται καὶ πρὸ τούτων γε τὴν θείαν προσκύνη σιν. Τήν γε μὴν τῶν θείων γνῶσιν βουλήσονται μὲν ἰχνεύειν εἰς δύναμιν· ἀτονοῦντες δὲ προσκυνε

 ἐπινίκιον ᾄδωμεν, Τὸν ἀγῶνα τὸν καλόν, βοῶντες, ὁ λόγος, ἠγώνισαι, τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, λοιπὸν ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης

πεισμένους, ἐφ' ὅσον δὲ χωροῦμεν διὰ τῆς θεωρίας ἑαυτοὺς ἐκείνῳ συνάπτοντας. Oὕτω τοίνυν νοοῦμεν τὸν υἱὸν ἐκ πατρὸς γεγεννῆσθαι, ὡς φῶς ἐκ φωτὸς ἐκλάμψαν. Ἱκανὴ γὰρ ἡ εἰκὼν παραστῆσαι τό τε συναΐδιον τό τε τῆς οὐσίας ταὐτὸν τό τε τῆς γεννήσεως ἀπαθές. Eἰ γὰρ ἐξελάμφθη, τῷ ἐκλάμψαντι ἀχρόνως συνυπέστη. Τίνι γὰρ φωτὸς ἔκλαμψις χρόνου μέσῳ διακόπτοιτο; Καὶ εἰ φῶς ἐκ φωτός, τὸ ταὐτὸν ἐκείνῳ δηλώσειεν, ἀφ' οὗ καὶ γεγέννηται. Eἰ δὲ πάλιν φῶς καὶ τὸ γεγεννημένον, ἀπαθὴς ἂν εἴη καὶ ἡ γέννησις. Oὐ γὰρ κατὰ τομὴν ἢ ·εῦσιν ἢ διάστασιν τοῦ φωτὸς ἡ ἔκλαμψις γίνεται, ἀλλ' ἐκ τῆς οὐσίας αὐτῆς ἀπαθῶς προ έρχεται. Τὴν αὐτὴν δὲ γνῶσιν καὶ περὶ τοῦ ἁγίου πνεύμα τος κατέχωμεν, ὅτι, ὥσπερ ὁ υἱὸς ἐκ τοῦ πατρός, οὕτως καὶ τὸ πνεῦμα· πλήν γε δὴ τῷ τρόπῳ τῆς ὑπάρξεως διοίσει. Ὁ μὲν γάρ, φῶς ἐκ φωτός, γεννητῶς ἐξέλαμψεν, τὸ δέ, φῶς μὲν ἐκ φωτὸς καὶ αὐτό, οὐ μὴν γεννητῶς ἀλλ' ἐκπορευτῶς προῆλθεν· οὕτως συναΐδιον πατρί, οὕτως τὴν οὐσίαν ταὐ τόν, οὕτως ἀπαθῶς ἐκεῖθεν ἐκπορευθέν. Oὕτως ἐν τῇ τριάδι τὴν μονάδα νοοῦμεν, καὶ ἐν τῇ μονάδι τὴν τριάδα γνω ρίζομεν. Ταῦτα χωρήσαντες καὶ τοῦτο τὸ μέτρον παρὰ τοῦ κυρίου τῆς γνώσεως λαβόντες τοῖς υἱέσι τῆς ἐκκλησίας τὸ κατα ληφθὲν ἐκτιθέμεθα, οὕτω μὲν φρονεῖν παρακαλοῦντες, ἕως ἂν τελεωτέραν τῆς γνώσεως τὴν ἔκλαμψιν δέξωνται, ἐπεί γε τοῖς παρ' ἡμῶν ἐκτεθεῖσιν σὺν ἐπιμελείᾳ προσέχειν σωφρο νικόν. Oὐ γάρ τι κομψὸν ἢ ὑπέρογκον ἢ μεγαλαυχίας ἔχον ἀπόδειξιν ἐφαντάσθημεν, ὅσον δὲ εὐσεβὲς μᾶλλον καὶ πρέ πον τῇ ἀληθεῖ γνώσει κατὰ δύναμιν συλλέξαντες τῆς μιᾶς θεότητος τὴν ἐν τελείαις τρισὶν ὑποστάσεσιν γνῶσιν ἐξεθέ μεθα. Καὶ περὶ μὲν τῆς ἁγίας τριάδος οὕτω δοξάζοντες ἐπὶ τὴν ἐξ οἰκονομίας χάριν τοῦ λόγου τῷ λόγῳ προσέλθω μεν. Ἄῤῥητος μὲν γὰρ καὶ τῆς οἰκονομίας ὁ λόγος· ἀλλὰ τὸ κατὰ δύναμιν πάλιν ἡμῖν καὶ τοῦτον ἐξεταστέον. Ὅτε τῶν οἰκείων πλασμάτων συνεῖδεν ὁ λόγος χρῆ ναι τὴν ἀνάπλασιν γενέσθαι καὶ τῆς τοῦ Ἀδὰμ τιμωρίας, ἣν παραβὰς ὤφλησε, τὸ χρέος ἀποδοθῆναι, τότε δή, τῶν οὐρα νῶν οὐκ ἀποστάς, πρὸς ἡμᾶς κατελήλυθεν· οὐ γὰρ ἦν σώ ματος ἡ κατάβασις, ἀλλὰ θείας ἐνεργείας βούλησις. Μέσῃ δὲ παρθένῳ, ἐκ ∆αυϊτικοῦ καταγομένῃ γένους διὰ τὰς πρὸς αὐτὸν ἐπαγγελίας, πρὸς τὴν τῆς οἰκονομίας χρείαν χρησάμε νος, καὶ ταύτης τὴν νηδὺν εἰσδὺς οἱονεί τις θεῖος σπόρος, πλάττει ναὸν ἑαυτῷ, τὸν τέλειον ἄνθρωπον, μέρος τι λαβὼν τῆς ἐκείνης φύσεως καὶ εἰς τὴν τοῦ ναοῦ διάπλασιν οὐσιώσας. Ἐνδὺς δὲ τοῦτον κατ' ἄκραν ἕνωσιν, θεὸς ὁμοῦ καὶ ἄν θρωπος προελθών, οὕτω τὴν καθ' ἡμᾶς οἰκονομίαν ἐπλή ρωσεν. Ἐπειδήπερ ἁμαρτὼν ὁ Ἀδὰμ θανάτῳ τὸ γένος ὑπέβαλεν καὶ τὴν φύσιν ὅλην ὑπεύθυνον τῷ χρέει πεποίηκεν, θεὸς ὑπάρχων ὁ υἱὸς καὶ ἄνθρωπος ἀνακαλεῖται τοῦ Ἀδὰμ τὸ παράπτωμα. Καὶ ᾗ μὲν ἄνθρωπος, ἀμέμπτως πολιτεύεται καὶ θάνατον ἑκούσιον καταδέχεται, διὰ μὲν τῆς ἄκρας πολι