δημιουργῷ τοῦ κόσμου θεῷ, ὀνομάζουσι τὰ μέρη τοῦ κόσμου, καὶ χωρὶς τοῦ δημιουργεῖν προσριπτοῦσι τῷ θεῷ τὸ ὄνομα τοῦ δημιουργοῦ, ἵνα παραλείψω τὰ ἄλλα ἐν ἀνθρώποις εἴδη τῶν μεγίστων κακῶν, τὰ ἴσην ἢ καὶ μείζονα ἔχοντα ἀσέβειαν τῆς ἀσεβείας τῶν φθονερὸν τὸν θεὸν φανταζομένων. Ἀλλ' εἰ ταῦτα μὲν καὶ τὰ τοιαῦτά ἐστιν ἐν ἀνθρώποις μέγιστα κακά, τὴν δὲ ὑπὸ Χριστιανῶν κηρυττομένην ἀνάκτισιν, ἐν ᾗ γίνεται πάντων τῶν ἐν ἀνθρώποις κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα κακῶν ἡ ἀναίρεσις, ὁ ἀποκρινάμενος ἀπιστεῖ, πῶς οὐκ ἔστι κατ' αὐτὸν ὁ θεὸς φθονερός, ὅς, δυνάμενος κωλῦσαι τὰ ἐν ἀνθρώποις μέγιστα κακά, οὐ κωλύει, ἀλλ' ἐπὶ τῶν αὐ τῶν μένων ἀεὶ ποιεῖ τοὺς εἰς αὐτόν τε καὶ εἰς ἀλλήλους ἀσε βοῦντας; Τίνος δὲ ἕνεκεν ἀπιστεῖ ὁ ἀποκρινάμενος τοῦ κόσμου τὴν ἀνάκτισιν; ∆ιὰ τὴν ἀδυναμίαν τοῦ ποιοῦντος, ἢ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου; Ἀλλ' εἰ μὲν διὰ τὴν ἀδυναμίαν τοῦ ποι οῦντος, ἔσται ὁ θεὸς οὐδὲ ποιητής. Ὧν γὰρ τῆς μεταποιή σεως ὁ θεὸς οὐκ ἔχει τὴν δύναμιν, τούτων οὐδὲ τῆς ποιήσεως ἔχει· ἑπόμενα γάρ ἐστι ταῦτα ἀλλήλοις, τιθέμενα ἢ ἀναιρού μενα. Eἰ δὲ διὰ τὸ ἀπρεπὲς τοῦ ἔργου, ἔσται ἄρα τὸ κρεῖττον ἔργον μὴ πρέπον αὐτῷ· ὅπερ ἄτοπον, τὸ λέγειν φθαρτοὺς μὲν ἀνθρώπους πρέπειν αὐτῷ ποιεῖν, ἀφθάρτους δὲ μὴ πρέ πειν αὐτῷ ποιεῖν. ∆ευτέρα ἐρώτησις χριστιανικὴ πρὸς τοὺς Ἕλληνας. Eἰ ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα, πῶς ἔστι θεός, εἰ ὁ κόσμος ἀγένητος, καθά τισι δοκεῖ; Ἀπόκρισις ἑλληνικὴ πρὸς τοὺς Χριστιανούς. Τὸ λέγειν ἀδύνατον εἶναι θεὸν τὸν μηδὲν πεποιηκότα ἄτο πόν ἐστι. Πάλιν γὰρ κἀνταῦθα ὁ αὐτὸς ἐφαρμόζει λόγος, ὡς οὐδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ. Eἰ δὲ μηδὲν ἔγχρονόν ἐστι παρὰ τῷ θεῷ, δῆλον ὡς οὔτε τὸ παρεληλυθὸς τοῦ χρό νου ἁρμόζει ἐπιφέρειν τῷ θεῷ. Eἰ δὲ τοῦτο μὴ ἁρμόζει, καὶ τὸ πεποιηκέναι τὸν θεὸν τὸ ὁτιοῦν οὐχ ἁρμόττει λέγειν. Τί οὖν; Φαίης ἀνενέργητον τὸν θεὸν ἡμᾶς λέγοντας ἁμαρτάνειν; Ἀλλ' οὐ τοῦτό φαμεν, ἀλλ' ὅτι οὐ πεποίηκε μὲν ὁ θεὸς οὔτε ποιεῖ οὔτε ποιήσει ἐν χρόνῳ· οὐδὲν γὰρ μᾶλλον πεποίηκεν ἢ ποιεῖ, οὐδ' αὖ ποιεῖ ἢ ποιήσει· ἀλλὰ τό τε παρελθὸν παρὰ τῷ θεῷ ἐν τῷ ἐνεστῶτι καὶ τὸ μέλλον ἐν τῷ ἤδη γεγονέναι, ὡς οὐδὲν μὲν ῥευστὸν ἔχοντος τοῦ θεοῦ, ἀεὶ δὲ τὰ αὐτὰ ποιοῦντος διὰ τὴν τελείαν αὐτοῦ καὶ ἀμετάβλητον δύναμίν τε καὶ ἐνέρ γειαν. Ποιεῖ τοίνυν τὸν κόσμον ἐν αὐτῷ τούτῳ ὅπερ ἐστί, τὴν κίνησιν αὐτῷ ἄπαυστον παρέχων, τῷ ἐλλάμπειν αὐτὸν δι' αἰῶνος. Ὥστε πεποίηκε μὲν οὐδὲν οὔτε ποιήσει. Ποιεῖ δὲ ἀεὶ ὁ αὐτὸς τὸ αὐτό, μὴ ἔχων ἀρχὴν τῆς ποιήσεως, ἵνα μὴ καὶ τέλος· ὡς, εἴγε ἀρχὴν ἔχουσι καὶ τελευτὴν αἱ ἐνέργειαι αὐτοῦ, φθαρτὸς ἔσται ὁ θεὸς τῇ ἐνεργείᾳ· ὅπερ ἄτοπον. Ἔσται γὰρ καὶ ἡ δύναμις αὐτοῦ μεταβλητή, ὡς ἄλλοτε ἄλλαις κεχρημένη ἐνεργείαις· καὶ ἡ οὐσία σαλευθήσεται, ἄλλοτε ἄλλας γεννῶσα δυνάμεις καὶ μὴ μένουσα ἐν ταῖς αὐταῖς. Ὥστε, εἰ ταῦτα διὰ πάντων, δῆλον ὡς ὁ θεὸς ἔσται μεταβλητὸς οὐσίᾳ, δυνάμει