ἐκείνης τῆς ἡμέρας ἀπώλειαν. Eἰ δὲ οὐκ ἠκούσθη, πῶς οὐ δεῖ λέγειν ὅτι ἁμαρτωλὸς ὢν παρηκούσθη; Θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ θεός. Περὶ δὲ τῶν ἁμαρτωλῶν εἴρηται ὅτι Ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Ἀπόκρισις. Ὁ σκοπὸς τοῦ Ἰὼβ οὗτος ἦν ἐν τῇ προκειμένῃ κατάρᾳ ὡς εἰ ἔλεγεν· Eἴθε ἦν ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθην, κατὰ τὴν κατάραν ταύτην κεκατηραμένη! ∆ιὰ τί; Ἵνα ἐγώ, φησί, μὴ ἐγεννήθην. Oὐ γὰρ ἐνδέχεταί τινα γεννηθῆναι ἐν τῇ τοιαύτῃ ἡμέρᾳ τῇ οὕτως κεκατηραμένῃ. Oὐκ ἔστιν οὖν ἡ κατάρα αὕτη οὕτως κεκατηραμένη ὡς ἀναμένουσα τὴν ἔκβασιν· εἰ γὰρ ἦν οὕτως γεγενημένη ἡ κατάρα ὡς ἀναμένουσα τὴν ἔκβασιν, ἀνε καλέσατο ἂν τὴν ἰδίαν φωνήν, ἀπαλλαγέντος αὐτοῦ τῶν θλί ψεων καὶ ἐν τοῖς κρείττοσι γενομένου. ∆ιὰ γοῦν τὴν ὑπερ βολὴν τῆς αὐτοῦ θλίψεως τὰ τῆς καρδίας ἐφθέγξατο ·ήματα· ἧς ἀπ' αὐτοῦ, δῆλον ὅτι οὐκέτι τὴν αὐτὴν περὶ τῆς αὐτῆς ἡμέρας ἔσχε τὴν γνώμην. Ἐρώτησις ι. Eἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατὰ ταύτην, εἴ τι γεγέννηται, μεθυπάρχει τοῦ γεννήσαντος; Eἰ δὲ μὴ τὸ δεύτερον, οὐδ' ἄρα τὸ πρῶτον ὁμοίως ἡμῖν ἐπὶ τῆς θείας γεννήσεως νοη θήσεται. Ἀπόκρισις. Ἡμεῖς, ὡς προηγουμένην τῆς γεννήσεως ἔχοντες τὴν ὕπαρ ξιν, μετὰ τὴν ὕπαρξιν γεννῶμεν· ὁ δὲ θεὸς ἅμα τῷ ὑπάρχειν ἐγέννησε. ∆ιὸ οὐκ ἔστι παρὰ τῷ θεῷ μεθύπαρξις γεννήμα τος, ἐπειδὴ οὐδὲ προΰπαρξις γεννήσεως. Ἐρώτησις ιζ. Eἰ τῶν θείων ὑποστάσεων ἡ ἕνωσίς ἐστιν ἀδιαίρετος, πῶς δύνανται τρεῖς ὑποστάσεις καὶ τρία ὀνομάζεσθαι πρόσωπα καὶ οὐχὶ μᾶλλον μία ὑπόστασις τριώνυμος ἢ τριπρόσωπος; Ἀπόκρισις. Τῶν θείων ὑποστάσεων τὸ μὲν τῆς οὐσίας ἕν ἐστιν ἀδιαί ρετον, τὸ δὲ αὐτῶν τρεῖς ἐστι διαιρετόν. ∆ιὸ αἱ τρεῖς ὑπο στάσεις ἰδιάζουσιν ὀνόμασίν εἰσι τρεῖς· καὶ τὴν ὑπόστασιν ἣν καλοῦμεν πατέρα, οὐκέτι τὴν αὐτὴν ὑπόστασιν καλοῦμεν καὶ υἱὸν ἀλλ' ἄλλην. Τὴν γὰρ τριάδα τῶν ὀνομάτων τῆς τριάδος λέγομεν εἶναι τῶν ὑποστάσεων, οὐχὶ τῆς μονάδος αὐτῶν. ∆ιὸ εἷς ἐστιν ὁ θεὸς τῷ ἑνὶ καὶ ἀδιαιρέτῳ τῆς οὐσίας, τρία δὲ τὰ πρόσωπα τῇ διαιρέσει τῶν ὑποστάσεων. Ἐρώτησις ιη. Eἰ τὸ μὲν θεὸς τῆς οὐσίας, τὸ δὲ πατὴρ τοῦ προσώπου ἐστὶ δηλωτικόν, πῶς ταὐτὸν τὸ λέγειν υἱὸν θεοῦ τῷ λέγειν υἱὸν τοῦ πατρός; Ἀπόκρισις. Ἐὰν διεζευγμένως λέγωμεν τὸν υἱόν, ποτὲ μὲν υἱὸν τοῦ πατρὸς ποτὲ δὲ υἱὸν τοῦ θεοῦ, ἀλλὰ διεζευγμένως αὐτὸν οὐδέ