ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σῶμα τὸ στοιχεῖον, δεύτερον δὲ σῶμα τὸ ἐκ στοιχείων, τὸ δὲ ἐκ στοιχείων σῶμα οὐκ ἐνδέχεται εἶναι ἀγένητον (οὐδὲν γὰρ ἀγένητον ὕστερον εἶναι δύναται γε νητοῦ), πῶς, εἰ ἔστι τὰ ἐκ στοιχείων σώματα ἄφθαρτα, οὐ γενητὰ ἔσονται ἄφθαρτα; Ἄλλο. Eἰ γενητὰ πάντα τὰ στοιχεῖα, πῶς οὐκ ἔστι ληρῶδες τὸ τὰ ἐκ στοιχείων λέγειν ἀγένητα; Eἰ γὰρ ἡ ὕλη καθ' ἑαυτὴν μὲν οὐκ ἔστιν οὔτε στοιχεῖον οὔτε οὐσία, προσλαβοῦσα δὲ ποιότητά τε καὶ ποσότητα στοιχεῖον γίνεται καὶ οὐσία, πῶς τὰ ἐκ τῶν τοιούτων στοιχείων ἀποτελούμενα δύναται εἶναι καὶ ἀγένητα, εἰ συμβαίη αὐτοῖς εἶναι ἄφθαρτα; Ἄλλο. Eἰ ἄλλο τὸ σῶμα καὶ ἄλλο τὸ ἄφθαρτον σῶμα καὶ ἄλλο τὸ φθαρτὸν σῶμα, κατὰ δὲ τὴν διαφορὰν ἀφθαρσίας τε καὶ φθορᾶς διαιρεῖται τὸ σῶμα εἰς ἄφθαρτόν τε καὶ φθαρ τὸν σῶμα, πῶς οὐκ ἔστιν ἀνάγκη ἴδιον εἶναι τοῦ διαιρουμένου σώματος τὸ γενητὸν ἢ τὸ ἀγένητον; Eἰ δὲ οὐδὲν τούτων ἴδιόν ἐστι τοῦ διαιρουμένου σώματος, πῶς οὐκ ἔσται τὸ διαιρού μενον σῶμα οὔτε γενητὸν οὔτε ἀγένητον; Eἰ δὲ τοῦτο ἀδύ νατον, τὸ μηδέτερον εἶναι τὸ διαιρούμενον σῶμα, ἀνάγκη ἄρα ἐστὶ τεθῆναι τὸ διαιρούμενον σῶμα τοῦτο εἶναι τὸ ἄφθαρ τον σῶμα καὶ τὸ φθαρτόν, εἰς ἃ διαιρεῖται τὸ διαιρούμενον σῶμα. Ἐρώτησις. Eἰ φθείρεται τὸ γινόμενον ὑπὸ τοῦ θεοῦ, τίνος κακίᾳ φθείρεται, τοῦ ποιήσαντος ἢ τοῦ γεγονότος ἤ τινος ἔξωθεν ὑπεναντίου γινομένου τῷ ποιήσαντι; Ἀπόκρισις. Oὔτε ἐκ τῆς τοῦ πεποιηκότος κακίας οὔτε ἐκ τῆς τοῦ ὑπεναντίου φθείρεται τὰ φθειρόμενα, ἀλλὰ τῷ ὅρῳ τοῦ δη μιουργοῦ, τοῦ ἐργαζομένου ἐν μὲν τοῖς καθέκαστον τὴν φθο ράν, ἐν δὲ τοῖς καθόλου τὴν ἀφθαρσίαν. Eἰ γὰρ ἐκ τῶν εἰ ρημένων τινὸς κακίας ἐφθείρετο τὰ φθειρόμενα, ὅλον ἂν τὸ γένος ἐφθείρετο, καὶ τὸ καθέκαστον καὶ τὸ καθόλου· εἰ γὰρ δῶμεν ἔκ τινος κακίας εἶναι τὴν φθοράν, οὐκ ἂν διεσώθη ἐν τοῖς γινομένοις τὸ γένος τῶν φθειρομένων ἄφθαρτον, τῆς κα κίας ὥσπερ τοῦ καθέκαστον οὕτως καὶ τοῦ καθόλου κυριευού σης. Eἰ δέ τινος κακίᾳ τὸ καθόλου φθαρῆναι ἀδύνατον, οὐδ' αὖ τὸ καθέκαστόν τινος φθείρεται κακίᾳ, ἀλλὰ τῷ ὅρῳ τοῦ θεοῦ. Eἰ γὰρ οὐκ ἔστιν ἐν τοῖς οὖσι κακία τις δυναμένη κω λῦσαι τὴν γένεσιν, οὐδ' ἄρα ἔστιν ἐν τοῖς οὖσι κακία τις ἡ φθείρουσα τὸ γένος. Ἀποκρίσεις περὶ ἀναστάσεως πρὸς τὰς προῤῥηθείσας ἐρωτήσεις περὶ αὐτῆς. α. Τὸ τὸν ἄνθρωπον εἶναι ἢ γενέσθαι ἰχθυόβρωτον καὶ τὸν ἰχθὺν ἀνθρωπόβρωτον οὔτε τὸν ἄνθρωπον εἰς ἰχθὺν ἀνα λύει οὔτε τὸν ἰχθὺν εἰς ἄνθρωπον, ἀλλ' ἑκατέρου ἡ ἀνάλυσις