δεῦρο γεγόνασι καὶ ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Ἦν δὲ τὸ τηνικαῦτα ἔτος μὲν ἕκτον βασιλεύοντι τῷ ∆ούκᾳ, ἰνδικτιὼν γʹ, ἐν τῷ φογʹ ἔτει τῆς κοσμικῆς κτίσεως. Πρὸ δὲ τούτου τοῦ ἔτους κατὰ τὸν Σεπτέμβριον μῆνα τῆς δευτέρας ἐπινεμήσεως, εἰκοστὴν τρίτην ἄγοντος τοῦ αὐτοῦ μηνός, περὶ δευτέραν νυκτὸς φυλακὴν σεισμὸς ἐξαίσιος γέγονε τῶν πώποτε γενομένων ἐκπληκτικώτερος ἐκ τῶν ἑσπερίων μερῶν ἀρξάμενος. Τοσοῦτος δὲ ἦν τὸ μέγεθος, ὡς καὶ οἰκίας ἀνατρέψαι πολλὰς καὶ ναοὺς καὶ κίονας. Τὰ ὅμοια δὲ τοῖς εἰρημένοις πεπόνθασι Ῥαιδεστός τε καὶ Πάνιον καὶ τὸ Μυριόφυτον, ὡς καὶ μέρη τειχῶν ἀνατραπῆναι ἄχρις ὑποβάθρας αὐτῆς καὶ πλείστας οἰκίας καὶ φόνον γενέσθαι πολύν. Ἀλλὰ μὴν καὶ ἡ Κύζικος, ὁπότε καὶ τὸ ἐν αὐτῇ ἑλληνικὸν ἱερὸν κατεσείσθη καὶ τῷ πλείστῳ μέρει κατέπεσε, μέγιστον ὂν χρῆμα πρὸς θέαν δι' ὀχυρότητα καὶ λίθου τοῦ καλλίστου τε καὶ μεγίστου ἁρμονίαν καὶ ἀνοικοδομὴν καὶ ὕψους καὶ μεγέθους διάρκειαν. Καὶ μέχρι δὲ δύο ἐνιαυτῶν ἔκτοτε σποράδες ἐπεφοίτων σεισμοὶ μηδαμῇ τοῖς ἐξωροτέροις μνημονευόμενοι. Τὰ αὐτὰ δὲ καὶ ἡ Νίκαια πέπονθε· κατεσείσθησαν γὰρ καὶ ταύτης ὅ τε ἐπ' ὀνόματι τῆς ἁγίας Σοφίας ναὸς καὶ ὁ λεγόμενος τῶν ἁγίων Πατέρων σηκός, καὶ τὰ τείχη δὲ σὺν τοῖς 117 πολιτικοῖς οἰκήμασι καταπεπτώκασιν, ὅτε δὴ καὶ τὰ τοῦ τρόμου κατέληξε τέλεον. Ἦσαν δὲ ταῦτα καὶ εἴσπραξις μὲν ἁμαρτημάτων καὶ χόλος θεῖος ἐξ ἅπαντος, ᾐνίττοντο δὲ καὶ τὴν τοῦ ῥηθέντος ἔθνους ἐπέλευσιν καὶ κατάλυσιν.
Ἐν γὰρ ταῖς θεοσημίαις οὐ τὸ ἐνεστὸς μόνον, ἀλλὰ καί τι μέλλον προτεθεώρηται καὶ προσημαίνεται. Καὶ Μαΐῳ δὲ μηνὶ τῆς δʹ ἰνδικτιῶνος ἐφάνη κομήτης κατόπιν τοῦ ἡλίου δύνοντος τὸ μέγεθος σεληναῖον φέρων, ὅταν ἥδε πλησιφαὴς γένηται. Καὶ ἐῴκει μὲν τηνικαῦτα ἐκπέμπειν καπνὸν καὶ ὀμίχλην, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο παραδεικνύειν βοστρύχους τινάς, καὶ ὅσον οὗτοι προεπετάννυντο τὸ μέγεθος τοῦ ἀστέρος ὑπέληγεν. Ἀπέτεινε δὲ τὰς ἀκτῖνας ὡς πρὸς ἑῴαν καὶ πρὸς ἐκείνην προήρχετο καὶ ἦν ἐπικρατῶν ἄχρις ἡμερῶν τεσσαράκοντα. Κωνσταντίνου δὲ τοῦ πατριάρχου θανόντος Ἰωάννης μοναχὸς ὁ ἐπίκλην Ξιφιλῖνος προχειρίζεται, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀνὴρ δὲ σοφὸς καὶ παιδεύσεως εἰς ἄκρον ἐληλακὼς κἀν τοῖς πολιτικοῖς περίβλεπτος γεγονὼς καὶ ἀρετῆς εὐφρόνως ἐπιμελούμενος, ὥστε ἐν ἀκμῇ τῆς εὐημερίας καὶ τῆς ἡλικίας τὴν μοναχικὴν πολιτείαν ἀσπάσασθαι καὶ τὸν ἀναχωρητικὸν ἑλέσθαι βίον χρόνον οὐκ ἐπὶ μικρὸν παρὰ τὸ τοῦ Ὀλύμπου ὄρος. Ὅθεν οὐδεὶς ἄξιος πλὴν αὐτοῦ ἐνομίσθη πρὸς τὸν ὑψηλὸν τῆς πατριαρχίας βαθμόν, εἰ καὶ ἀπαναινόμενος καὶ φεύγων ἐδιώχθη πρὸς τῆς τιμῆς. Ἀλλὰ μὴν καὶ Θεοδούλου τοῦ Βουλγαρίας ἀρχιερέως κοιμηθέντος προχειρίζεται ὁ βασιλεὺς Ἰωάννην τινὰ μοναχὸν ἐκ τῆς Λάμπης μὲν ὡρμημένον, συνασκητὴν δὲ καὶ σύμπονον τοῦ Ξιφιλίνου. Ἀπὸ δὲ μηνὸς Ὀκτωβρίου νόσος ἐνσκήψασα τῷ βασιλεῖ κατέτρυχεν 118 αὐτὸν δεινῶς ἄχρι τοῦ ἐπιόντος Μαΐου μηνός· ἐν αὐτῷ δὲ κατειργάσατο τοῦτον καὶ τῆς ἐνταῦθα ζωῆς ἀπήγαγεν. Ἡ δὲ ὁσία τούτου οὐκ ἔνθα προσεδόκησε γέγονεν, ἀλλὰ διαπόντιος ἀχθεὶς ἐν τῇ μονῇ τοῦ ἁγίου Νικολάου, ἣ καλεῖται Μολυβωτόν, ἐναπετέθη. Ἔζησε δὲ ἐν τῇ βασιλείᾳ χρόνους ἑπτὰ καὶ μῆνας ἕξ. Ἦσαν δὲ αὐτῷ παῖδες ἐξ Εὐδοκίας τῆς βασιλίδος, ἣν ἔτι ἰδιωτεύων ἠγάγετο, ἄρρενες μὲν τρεῖς, Μιχαὴλ, Ἀνδρόνικος καὶ Κωνστάντιος τούτων πορφυρογέννητος ἦν ὁ Κωνστάντιος, πάντας δὲ βασιλεῖς ἀνηγόρευσε θήλειαι δὲ τρεῖς, Ἄννα, Θεοδώρα καὶ Ζωή. Καίσαρα δὲ τὸν αὑτοῦ ἀδελφὸν προχειρισάμενος κοινωνὸν βουλευμάτων μυστηριωδῶν καὶ σκεμμάτων ἐτίθετο. Μέλλων δὲ τελευτᾶν ἔγγραφον ἀπῄτησεν ἐκ πάντων ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ παῖδας βασιλέα ἕτερον δέξαιντο· ἐν ᾧ καθυπέγραψαν ἅπαντες, ἀλλὰ μὴν καὶ ἡ βασιλὶς Εὐδοκία ὡς οὐκ ἂν οὐδὲ αὐτὴ πρὸς δεύτερον ἐλεύσοιτο συνοικέσιον· καὶ ἀπαρτισθὲν τῷ πατριάρχῃ φυλάττειν δεδώκασιν. Ὅθεν καὶ παρὰ τῇ γυναικὶ καὶ