1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

7

ἀνθρωπότητα. 29 Εἰ δὲ κατ' ἐπίνοιαν τοῦ Χριστοῦ τὰς φύσεις λέγετε καὶ θεωρίαν, εἴπατε ἡμῖν, οἱ τῶν φύσεων ἐπινοηταὶ καὶ θεωρηταί· Ἡ ἐπίνοια ἀληθῶν καὶ ὄντων πραγμάτων ἐστίν, οἱονεὶ τὰ τῇ αἰσθήσει δοκοῦντα ἁπλᾶ τῇ νοήσει διαρθροῦσα καὶ διακρίνουσα, ὡς ἐπὶ ἀνθρώπου σὺν τῷ φαινομένῳ σώματι καὶ τὴν ψυχὴν ἐπιγινώσκουσα τὴν ἀόρατον ἢ διανοίας ἀνάπλασμα κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ ἀναπλάττουσα ὡς ἡ τῶν ἱπποκενταύρων καὶ τραγελάφων μυθοπλαστία-πρᾶγμα οὖν σημαίνει-, ἢ ψιλὴ φωνὴ καὶ ἄσημός ἐστιν ὡς σκινδαψὸς καὶ τὸ βλίτυρι; Εἰ μὲν οὖν τὸ δεύτερον, φαντασία καὶ φενακισμὸς τὸ τῆς οἰκονομίας μυστήριον· εἰ δὲ τὸ πρότερον, δύο δὲ κατ' ἐπίνοιαν τὰς φύσεις θεωρεῖτε-ὄντων δὲ ἡ θεωρία-, τί τὰ ὄντα μὴ ἀριθμεῖτε, ὅπου γε οἱ πατέρες οἱ ἅγιοι οὐ τὰς φύσεις, τὴν δὲ τούτων διάστασιν κατ' ἐπίνοιαν εἶπον; «Ἡνίκα γὰρ αἱ φύσεις», φησί, «διίστανται ταῖς ἐπινοίαις.» Εἰ οὖν τῇ ἐπινοίᾳ αἱ φύσεις διίστανται, δῆλον, ὡς οὐκ ἐνεργείᾳ οὐδὲ ὑπάρξει τὸ ἐπινοίᾳ· εἰ γὰρ τὸ ἐπινοίᾳ ὑπάρξει, ἐπινοίᾳ δὲ ὁ πατὴρ τὴν διάστασιν ἔφη, ἐνεργείᾳ καὶ ὑπάρξει φησὶν τὴν διάστασιν, ὅπερ ἀμήχανον. Ὑμεῖς τοιγαροῦν ἐπινοίᾳ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντες, οὐκ ἐνεργείᾳ οὐδὲ πράγματι ταύτας ὁμολογεῖτε. Οὐκοῦν οὔτε θεὸς ἔσται καθ' ὑμᾶς ἀληθείᾳ καὶ ὑπάρξει οὐδὲ ἄνθρωπος, ἀλλά τι παρὰ ταῦτα ἕτερον. 30 Καὶ πάλιν, εἰ θεωρίᾳ φατὲ δύο τοῦ Χριστοῦ τὰς φύσεις, περὶ τὰ ὄντα δὲ ἡ θεωρία, ὡς οἱ ταῦτα δεινοὶ διειλήφασιν, εἰσὶ πάντως καὶ αἱ Χριστοῦ φύσεις· καὶ εἰ εἰσί, τί τὸν ἀριθμὸν ὥσπερ τι μορμολύκειον φεύγετε; 31 Εἰ δέ φατε, ὡς ὁ λέγων δύο φύσεις διαιρεῖ τὴν οἰκονομίαν καὶ δύο λέγει Χριστούς, ἄρα καὶ ὁ ἐκ δύο φύσεων τὴν ἕνωσιν λέγων ἐκ δύο Χριστῶν φήσει καὶ τὴν ἕνωσιν. 32 Εἰ τὸ λέγειν δύο φύσεις διαιρεῖ τὸν Χριστόν, ἐν δὲ τῇ ἑνώσει δύο φύσεις φατέ, ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν καὶ ἔσται ἡ ἕνωσις καθ' ὑμᾶς διαίρεσις. 33 Φύσις καὶ φύσις μιᾶς φύσεως οὐ λεχθήσεται πώποτε, ἀλλὰ μιᾶς τυχὸν ὑποστάσεως, οὐδ' ὑπόστασις καὶ ὑπόστασις μιᾶς ὑποστάσεως, ἀλλὰ μιᾶς φύσεως. Μιᾶς οὖν φύσεως τὰ ἐξ ὧν ὁ Χριστὸς λέγοντες ὑποστάσεις ταύτας καὶ οὐ φύσεις ὁμολογήσοιτε. Εἰ δὲ τἀληθὲς τοῦ ψεύδους προαιρούμενοι μιᾶς ὑποστάσεως τὰ ἐξ ὧν ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν εἴπετε, φύσεις ταῦτα ὁμολογήσοιτε. 34 Εἰ τὴν διαφορὰν τῶν φύσεων καὶ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε, πῶς τῶν φύσεων πληθυντικῶς λέγοντες οὐ δύο φύσεις ὁμολογεῖτε; Εἰ γὰρ μία καθ' ὑμᾶς φύσις σύνθετός ἐστι μετὰ τὴν ἕνωσιν, ἔδει ὑμᾶς λέγειν οὐ φύσεων διαφοράν, ἀλλὰ μιᾶς φύσεως πρὸς ἑαυτὴν διαφοράν, ὅπερ ὑμῶν, οὐχ ἡμῶν ἔστιν εἰπεῖν καὶ φρονῆσαι· ἡ αὐτὴ γὰρ φύσις οὐσιώδη διαφορὰν πρὸς ἑαυτὴν οὐχ ἕξει ποτέ. 35 Εἰ μία φύσις ἐστὶ τοῦ Χριστοῦ, εἴπατε ἡμῖν τὸ ταύτης ὄνομα· χρὴ γὰρ τὸ ὂν καὶ ὀνομάζεσθαι καὶ οἰκείως ὀνομάζεσθαι ὥσπερ θεοῦ φύσις θεότης καὶ ἀνθρώπου ἀνθρωπότης. Πῶς οὖν τὴν Χριστοῦ φύσιν ὀνομάσομεν; Χριστότητα; Ἀλλ' οὐδεὶς τῶν θεοπνεύστων εἴρηκε τοῦτο. Ἀλλὰ θεοτητοανθρωπότητα; Ἀλλ' οὐδὲ τοῦτο. Τί οὖν ἡμῖν φύσιν ἀνώνυμον εἰσκομίζετε; Εἰ δέ φατε, ὅτι καινοτομοῦνται φύσεις καὶ τῷ ξένῳ τοῦ μυστηρίου ξένον τι γίνεται, ἀλλ' οὐδὲν τῆς τοῦ θεοῦ φύσεως ἀληπτότερον ἢ ὑψηλότερον καὶ ὅμως τὸ μόνον ἄληπτον ἠνέσχετο πρὸς ἡμῶν ὀνομάζεσθαι. Ἢ τοίνυν ὑψηλοτέραν καὶ κρείττονα τῆς θεότητος τὴν πρὸς ὑμῶν σχεδιασθεῖσαν φύσιν εἴπατε, καὶ ἀρκεῖ ἡμῖν, ἢ τὸ ταύτης ὄνομα ἐμφανίσατε ἢ μετὰ τῶν κηρύκων τῆς ἀληθείας