Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
τῆς ὀρθοδόξου πίστεως, οὗτινος ὁ βίος καὶ τὰ ἔργα ἀναγέγραπται ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Γενόμενοι οὖν ἐν τῇ εἰρημένῃ ἐκκλησίᾳ κἀκεῖ εὐχὰς τοσαύτας ἐποιήσαμεν, κἀκεῖθεν ἐξελθόντες ἐπορεύθημεν ἐπὶ τὸ ἅγιον μαρτύριον τοῦ ἐνδόξου μάρτυρος Τιμοθέου, ἐν ᾧ ἀπόκεινται καὶ ἄλλα τίμια λείψανα Μαΐουρος μάρτυρος καὶ Θεῆς ὁμολογητρίας, κἀκεῖ τοσαύτας εὐχὰς καὶ γονυκλισίας ποιήσαντες ὑπεστρέψαμεν εἰς τὴν πόλιν, ποιήσαντες ἐν τῇ ὁδῷ τρεῖς εὐχὰς καὶ τρεῖς γονυκλισίας. Γενόμενοι δὲ περὶ τὴν πύλην εὕραμεν αὐτὴν κεκλεισμένην (ἦν δὲ ὥρα ἐνάτη)· οἱ γὰρ τῆς εἰδωλομανίας βουλόμενοι διασκεδάσαι τὸν λαὸν τοῦτο πεποιήκασιν, ἵνα μὴ πληρώσωμεν τὴν λιτάνειον. Ὡς δὲ ἐμείναμεν ὥρας δύο πρὸ τῆς πύλης καὶ οὐδεὶς ὁ ἀνοίγων, ὁρῶν ὁ θεὸς τὴν ὑπομονὴν τοῦ λαοῦ καὶ τὰς οἰμωγὰς καὶ τὰ ἄφατα δάκρυα, μάλιστα τοῦ ὁσίου ἀνδρός, σπλαγχνισθεὶς ὡς ἐπὶ τοῦ μεγάλου Ἡλίου τοῦ προφήτου κινεῖ ἄνεμον νότον, καὶ γίνεται συννεφὴς ὁ οὐρανὸς καὶ ἄρχονται ἀστραπαὶ καὶ βρονταὶ γίνεσθαι ἅμα τῷ δῦναι τὸν ἥλιον καὶ καταφέρεται πολὺς ὄμβρος, ὡς νομίζεσθαι σταγόνας μὴ εἶναι, ἀλλὰ χάλαζαν ἀπ' οὐρανοῦ καταφέρεσθαι. Ἡμεῖς δὲ ἀπὸ χαρᾶς σχεδὸν οὐκ ᾐσθόμεθα· ἀλλήλους γὰρ ἦμεν περιπτυξάμενοι.
21 Τινὲς δὲ τῶν Ἑλλήνων θεασάμενοι ὅσα ἐποίησεν ἡμῖν ὁ θεὸς θαύματα, πιστεύσαντες ἤνοιξαν τὴν πύλην καὶ συνεμίγησαν ἡμῖν βοῶντες· Ὁ Χριστὸς μόνος θεός, αὐτὸς μόνος ἐνίκησεν. Συνῆλθον δὲ ἡμῖν εἰς τὴν ἁγίαν ἐκκλησίαν, κἀκεῖθεν ἀπέλυσεν αὐτοὺς ὁ μακάριος μετ' εἰρήνης σφραγίσας τῇ τοῦ σταυροῦ σφραγῖδι. Ἦσαν δὲ τὸν ἀριθμὸν ˉρˉκˉζ, ἄνδρες ὡς ˉοˉη καὶ γυναῖκες ˉλˉε καὶ παιδία ˉιˉδ, ἐξ ὧν ἦσαν κόραι πέντε. Ἡμεῖς δὲ ποιήσαντες τὴν τελείαν εὐχαριστίαν ἀνεχωρήσαμεν ἕκαστος μετὰ χαρᾶς καὶ εἰρήνης εἰς τὰ ἴδια ἑαυτῶν. Τοσοῦτος δὲ κατηνέχθη ὄμβρος τῇ νυκτὶ ἐκείνῃ καὶ ἐν τῇ ἄλλῃ ἡμέρᾳ, ὥστε πάντας φοβηθῆναι ἵνα μὴ συμπτώματα οἴκων γένηται· τὰ γὰρ πλεῖστα ἐτύγχανεν ἀπὸ ὠμοπλίνθου. Ἐποίησεν δὲ βρέχων ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἀπαύστως ἀπὸ τῆς ὀγδόης Αὐδυναίου μέχρι τῆς δεκάτης. Ἔστιν δὲ ὁ παρ' αὐτοῖς Αὐδυναῖος Ἰανουάριος μὴν κατὰ Ῥωμαίους, πέντε δὲἡμέρας προάγουσιν οἱ κατ' αὐτοὺς μῆνες τοὺς Ῥωμαϊκούς. Τῇ δὲ ἑνδεκάτῃ ἐπετελέσαμεν τὴν ἡμέραν τῶν Θεοφανίων τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ μετὰ χαρᾶς ὑμνοῦντες καὶ εὐχαριστοῦντες ἐπὶ πᾶσιν οἷς ἐποίησεν ἡμῖν ἡ αὐτοῦ φιλανθρωπία. Προσετέθησαν δὲ τῇ τοῦ Χριστοῦ ποίμνῃ ἐν αὐτῷ τῷ ἐνιαυτῷ πρὸς τοῖς ˉρˉκˉζ καὶ ἄλλοι ˉλˉε. Οἱ δὲ τῆς εἰδωλομανίας οὐκ ἐπαύοντο ἐνεδρεύοντες τῷ τε μακαρίῳ καὶ τοῖς λοιποῖς Χριστιανοῖς. Ὅτε γὰρ ἐδράσσοντο ἄρχοντος Ἕλληνος, ὑπεισήρχοντο αὐτῷ, εἴτε διὰ χρημάτων εἴτε διὰ τῆς ἀθέου αὐτῶν θρησκείας, κακῶσαι τοὺς Χριστιανούς, καὶ ἐκ τούτου οὐχ ἡ τυχοῦσα θλῖψις συνέβαινεν τῷ μακαριωτάτῳ. Συνεχῶς οὖν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐδέετο τοῦ φιλανθρώπου θεοῦ, ἵνα αὐτοὺς ἐπιστρέψῃ ἐκ τῆς πλάνης εἰς τὴν αὐτοῦ ἀλήθειαν.
22 Ἐπειδὴ δὲ ἀνωτέρω ἐμνήσθην τοῦ μακαρίου Βαρωχᾶ, τὰ λοιπὰ περὶ αὐτοῦ διηγήσομαι. Οὗτος ἔσχεν ζῆλον θεϊκὸν ὡς εἰ καί τις ἄλλος· πολλὰ γὰρ ὑπέμεινεν χαλεπὰ παρὰ τῶν εἰδωλολατρῶν. Ποτὲ γὰρ ἀπελθόντος αὐτοῦ ἕνεκεν ἐκκλησιαστικοῦ κανόνος εἰς κώμην οὐκ μήκοθεν τῆς πόλεως· ἦν δὲ ὁ τὸν κανόνα χρεωστῶν εἰδωλολάτρης, ἀπαιτούμενος δὲ καὶ βουλόμενος διασῦραι εἰς ὑπέρθεσιν, τοῦ θεοσεβοῦς Βαρωχᾶ μὴ ἀνασχομένου, ἐκ τούτου ἐρεσχελίας γεναμένης μεταξὺ αὐτῶν προσκαλεῖται ὁ ἀνόσιος γεωργούς τινας ὁμοίους αὐτοῦ συγκωμήτας, καὶ ἄρχονται τύπτειν ῥοπάλοις τὸν μακάριον Βαρωχᾶν καὶ βαστάσαντες αὐτὸν ἡμιθανῆ ἔρριψαν ἔξω τῆς κώμης εἰς τόπον ἔρημον· ἔκειτο δὲ ἐκεῖ ἄφωνος καὶ ἀναίσθητος. Τῇ δὲ ἄλλῃ ἡμέρᾳ κατὰ θεοῦ φιλανθρωπίαν παρέρχεται διὰ τοῦ τόπου ἐκείνου Κορνήλιος ὁ διάκονος μετὰ ἄλλων δύο Χριστιανῶν, καὶ εὑρόντες τὸν θεοφιλῆ Βαρωχᾶν καὶ ἐπιγνόντες αὐτόν, βαστάσαντες εἰσήγαγον εἰς τὴν πόλιν.