καὶ ἐξηγήσεως. καὶ ἔστιν ἐπιστολὴ ἐμὴ ἐν τοῖς ἐμοῖς κειμένη βιβλίοις τὸν ἐν τοῖς ῥητοῖς ἀνιχνεύσασα νοῦν καὶ ἐξακριβώσασα. οὐδὲν δὲ χεῖρον καὶ αὖθις περὶ τούτων εἰπεῖν καὶ διερμηνεῦσαι, τίς μὲν ὁ Ζεύς, τίνες δὲ οἱ δώδεκα θεοί, τίς δὲ ἡ ἀκίνητος Ἑστία μὴ συνεπομένη τῇ στρατιᾷ τῶν λοιπῶν θεῶν. Περὶ τούτων δὲ οὐ χρὴ τὸν ἐξηγούμενον ἑαυτῷ ἐπιτρέπειν τὰς τῆς ἑρμηνείας ἀρχάς, ἀλλ' ἀπὸ τῶν Πλατωνικῶν ὑποθέσεων. εὐφυῶς μὲν γάρ τις ἐπιβαλεῖ καὶ ἀπὸ τῶν δώδεκα τοῦ κόσμου σφαιρῶν, τῆς ἀπλανοῦς φημι καὶ τῶν πλανωμένων ἑπτὰ καὶ τῶν τεττάρων στοιχείων, καὶ τὸν μὲν ∆ία τάξει κατὰ τὴν ἀπλανῆ, ἐπειδὴ πάντα ἄγει, τὴν δὲ Ἑστίαν κατὰ τὴν γῆν διὰ τὸ ἀκίνητον. καὶ αὖθις ἕτερος τὰς τῶν σφαιρῶν τούτων ψυχὰς ἐννοήσει, καὶ ἄλλος τοὺς νοῦς τοὺς ἐπιβεβηκότας ταῖς τοιαύταις ψυχαῖς. καὶ ἐροῦσι μέν τι οἱ οὕτως ἐξηγούμενοι τὰ ῥητά, ἀτὰρ οὐκ εἰς τέλος τοῦ μύθου ἀφίξονται. Ἀλλ' ἡμεῖς οὐ τὴν ἡμετέραν ἐπιβολὴν γυμνάζοντες νῦν, ἀλλ' αὐτῷ Πλάτωνι κατακολουθοῦντες καὶ τοῖς παρ' Ἕλλησι θεολόγοις φαμὲν τὴν ἐκείνων δόξαν ἀνακαλύπτοντες, ὅτι μετὰ τὴν μονάδα τὴν δημιουργικὴν καὶ τὸν ἕνα καὶ ἐξῃρημένον ∆ία τρεῖς εἰσι παρ' αὐτοῖς θεοὶ δίιοι, Ζεύς, Ποσειδῶν καὶ Πλούτων ὠνομασμένοι· ὑφ' ἑκάστῳ δὲ τῶν τριῶν τέτταρές εἰσιν τεταγμένοι θεοί, ὁ μέν τις τὸ εἶναι παρέχων τοῖς οὖσιν, ὁ δὲ τὸ ζῆν, ὁ δὲ μονὴν ἄτρεπτον, ὁ δὲ ἐπιστροφὴν ἐπὶ τὰς οἰκείας ἀρχάς· ὡς εἶναι τρεῖς μὲν αἰτίους τοῦ εἶναι τοῖς πᾶσι σώμασι καὶ ψυχαῖς καὶ νοῖς, τρεῖς δὲ τοῦ φρουρεῖσθαι καὶ ἄτρεπτα μένειν, τρεῖς δὲ τοῦ ζῆν, τρεῖς δὲ 13 τοῦ ἐπιστρέφειν ἐπὶ τὰς οἰκείας ἀρχάς· ὡς γίνεσθαι τρὶς τέτταρας δώδεκα. ὧν πρῶτός ἐστιν ὁ Ζεύς· συντεταγμένος γὰρ ὢν τοῖς λοιποῖς δώδεκα ἡγεμονικὴν ἔχει ὡς ἐν συντεταγμένοις τάξιν. εἰσὶ δὲ οὗτοι οἱ δώδεκα παρ' Ἕλλησι θεοὶ ἡγεμόνες καὶ θεῶν ἐγκοσμίων καὶ ἀγγέλων καὶ πάντων <τῶν> λοιπῶν γενῶν. τὸ δὲ «ἐν οὐρανῷ» εἰρήκει, ὅτι, εἰ καὶ ὅλος ὁ κόσμος αὐτοῦ ἀπολαύει, ἀλλὰ πολλῷ μᾶλλον ὁ οὐρανὸς ἅτε συγγενέστερος ὢν καὶ ἐπιτηδειότερος πρὸς τὸ μετασχεῖν τοῦ θεοῦ. «ἅρμα» δὲ καὶ ἵππους τῶν θεῶν τὰς δευτέρας αὐτῶν καὶ τρίτας δυνάμεις ἀκουστέον, ἃς αἱ πρῶται κατευθύνουσι, δι' ὧν ὁ Ζεὺς καὶ ἑαυτὸν συνάγει καὶ πᾶσαν τὴν ὑποβεβλημένην αὐτῷ στρατιὰν θεῶν καὶ δαιμόνων καὶ πάντα ἁπλῶς τὰ ἐξημμένα αὐτοῦ. εἰ δὲ καὶ ὄχημά τις θέλοι ὑποβάλλειν αὐτῷ, τὸν Ὄλυμπον ἂν αὐτῷ ὑποβάλοι, τουτέστι τὰ ὑπὲρ τὴν ἀπλανῆ στερεώματα, ἃ καὶ τῆς ἀπλανοῦς ἐστι πτηνότερα. δώδεκα δὲ ὄντων ἡγεμόνων καὶ δώδεκα τάξεων, τῆς δὲ Ἑστίας μιᾶς οὔσης τῶν ἡγεμόνων καὶ τῆς στρατείας αὐτῆς ἐν μονῇ καὶ ἀκινησίᾳ λαμβανομένης εἰκότως εἴρηνται αἱ ἕνδεκα τάξεις «ἕπεσθαι» τῷ ∆ιί. εἰ γὰρ καὶ ἡ Ἑστία ἀνάγεται καὶ οἱ ἄλλοι θεοὶ μένουσι καὶ ἑστίαν ἔχουσι καὶ μονήν, ῥητέον, ὡς ἀμφότερα μέν ἐστιν ἐν ἑκάστῳ τῶν θεῶν, μᾶλλον δὲ τὰ τρία· ἕκαστος γὰρ αὐτῶν καὶ μένει καὶ πρόεισι καὶ ἐπιστρέφει πρὸς τὰς οἰκείας ἀρχὰς ἀναγόμενος. ἄλλος δὲ κατ' ἄλλο χαρακτηρίζεται, καὶ ἔστι τοῦ μὲν πάντως ἀνάγεσθαι αἴτιος ὁ Ζεύς, τοῦ δὲ πάντα ἑδράζεσθαι ἡ Ἑστία, τοῦ δὲ προϊέναι ἡ Ἥρα καὶ αἱ ζωογόνοι θεαί· πάντα γὰρ τὰ ὄντα καὶ μένει ἐν τοῖς ἑαυτῶν αἰτίοις καὶ πρόεισιν ἐξ αὐτῶν καὶ ὑποστρέφει πάλιν εἰς τὰς οἰκείας ἀρχάς, καὶ διὰ μὲν τῆς Ἑστίας τὸ μόνιμον καὶ αἴτιον τῆς ἐνιδρύσεως αὐτῶν λαμβάνει, διὰ δὲ τοῦ ∆ιὸς τὴν αἰτίαν τῆς ὑποστροφῆς καὶ ἀνόδου. καὶ ταῦτα μὲν περὶ τῶν θεῶν ὁ Πλάτων. Πρὸ τούτων δὲ περὶ ἀθανασίας τῆς ἡμετέρας ψυχῆς ἐπιβαλλόμενος ἐρεῖν οὕτω φησί· «περὶ δὲ τῆς ἰδέας αὐτῆς οὕτω λεκτέον. οἷον μέν ἐστι, πάντη καὶ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης καὶ ἐλάττονος· ταύτῃ οὖν λέγομεν. ἔοικε δὴ τῷ συμφύτῳ δυνάμει {καὶ} ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου. θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, τὸ δὲ τῶν ἄλλων μέμικται. καὶ πρῶτον μὲν ἡμῶν ὁ