τούτοις ἡδέως ἂν πυθοίμην ὑμῶν, πότερον ἔξεστιν ἱερεῖ τοιούτοις μυστηρίοις τελεῖσθαι καὶ τοιούτων ἀξιοῦσθαι τῶν τελετῶν ἢ καὶ τὸ λέγειν ἄντικρυς βλασφημία <ἐστὶ> καὶ ἀσεβείας ἀρχή. τίς δέ ποτε τῶν ἀρχιερωσύνῃ τετιμημένων γυναικί τινι βδελυρᾷ τῶν χθὲς καὶ πρῴην ἑταιρουσῶν τὸν ἑαυτοῦ κοιτωνίσκον ἠνέῳξε καὶ μυστηρίων ἀρρήτων ἄδυτον τὸ ἴδιον πεποίηκεν ἀσκητήριον; κἂν γὰρ Σωσάννα τις ἦν τὰ θεῖα ἐπαγγελλομένη μυστήρια, κἂν ἡ τοῦ Σαμουὴλ μήτηρ, κἂν ἡ τοῦ Ζαχαρίου Ἐλισάβετ, ἔδει μηδ' οὕτως τὴν προφῆτιν εἰσδέξασθαι μηδὲ συγγενέσθαι μηδὲ ἐν ἀπορρήτῳ τελεσθῆναι μηδὲ ἐντὸς τοῦ θείου ναοῦ βδελυρὸν εἰσαγαγεῖν γύναιον. ἀπομεμέρισται γὰρ ἑκατέρῳ γένει κλῆρος ἴδιος. ὁ δὲ θεῖος ἀρχιερεύς, ὥσπερ ἐπιλελησμένος τῆς εὐαγγελικῆς πολιτείας ἢ μηδ' εἰδὼς ὅ τι φωνοίη τὰ εὐαγγέλια, κατὰ πολλὴν ἀλογίαν τῆς τῶν κρειττόνων συνέσεως φύρειν τὰ θεῖα τετόλμηκε καὶ τὰ ἄμικτα μιγνύειν ἐπικεχείρηκεν. Εἰ δέ τις ταῦτα μὲν διδοίη, τὰ μὲν εἰδώς, τὰ δὲ τῶν ἐλέγχων ἀκούων, περὶ δὲ τῆς πλάνης ἀμφισβητοίη ὥστε μὴ ἡγεῖσθαι ταύτην τῆς περὶ τὰ θεῖα δόξης διαφθοράν, οὔ μοι δοκεῖ φιλοσόφως προσομιλῆσαι Ἑλληνικαῖς τε δόξαις καὶ ἔθεσι τῆς ἀκριβείας τῆς καθ' ἡμᾶς πίστεως. ἐκεῖνοι γὰρ τοῖς ἀπατηλοῖς δαίμοσι τὸ τοῦ θεοῦ ἐπιφημίζοντες ὄνομα ἐκεῖθεν ἐμυοῦντο τὰς ἀρρήτους ἐκείνας ἃς ἴσασιν ἅπαντες τελετάς. καὶ οἱ μὲν ἐς Ἄμμωνος, οἱ δὲ ἐς Ἀμφιάρεω, οἱ δὲ ἐς ∆ελφοὺς ἐφοίτων, τοῖς δὲ Βάκις καὶ Σίβυλλα φωνὰς ἠφίεσαν μαντικάς. ἐρωτῶ οὖν ὑμᾶς, πότερον χρεὼν ταύτην τὴν τελετὴν παραδέχεσθαι καὶ ἀκριβῶς ἑλληνίζειν καὶ προσανέχειν τοῖς πνεύμασι ἢ οὔ. "τοῦτο· ἦ δ' ἂν μαινοίμεθα", φήσαιτ' ἄν. πῶς οὖν, ἃ παρὰ πάντων καὶ πᾶσιν ὑμῖν ἀπείρηται, ταῦτα πρὸ πάντων καὶ ἀντὶ πάντων ἐπρέσβευσεν ὁ μέγας ποιμήν; ἀλλ' ὁ μὲν τέως ἐν ἀπορρήτῳ εἶχε τὴν τελετὴν καὶ τῶν πνευμάτων διὰ τῆς κοινωνίας μετεῖχε, νῦν μὲν τῷ Λερναίῳ, νῦν δὲ τῷ Ἰάκχῳ, νῦν δὲ τῷ Σαράπιδι, νυν δὲ τῷ Ἀπόλλωνι διὰ τῆς ∆οσιθέας τελούμενος γυναικός, οἱ δὲ χρησμοὶ διεδίδοντο, καὶ αἱ προρρήσεις τὴν πόλιν πᾶσαν ἐπεπορεύοντο. Καὶ ἦν διαδόσιμον τὸ κακὸν καὶ οἱ πλείους τῆς λύμης ἀπέλαυον καὶ ὁ πατριάρχης ἀλόγιστος τῆς ἀσεβείας πρόφασις, ἀλλ' ἀμίαντοι καὶ τοῦ δεινοῦ πόρρω, ὅσοι μήτε τῷ Βεελφεγὼρ ἐτελέσθησαν μήτε τῇ εἰκόνι προσεκύνησαν τῇ χρυσῇ μήτε τῷ Βάαλ ἀπατηθέντες τεθύκασιν. οἳ δὴ καὶ τὴν τηνικαῦτα τὰ σκῆπτρα Ῥωμαίων ἰθύνουσαν, Θεοδώρα αὕτη, τὸ τελευταῖον τοῦ Βασιλείου γένους λείψανόν τε καὶ ζώπυρον, κινδυνεύοντι τῷ ἀληθεῖ λόγῳ πεπείκασι βοηθεῖν καὶ τὴν ἀπάτην ἐλέγχειν καὶ τοὺς προστάτας τῆς ἀσεβείας εὐθύνειν, καὶ καταστρέψαι μὲν τὸ χρηστήριον, ἀνελεῖν δὲ τοὺς χρησμοὺς καὶ τῶν πονηρῶν πνευμάτων καταλῦσαι τὴν δυναστείαν. ἔδει μὲν γὰρ τὸν τοῦ ὀρθοῦ προϊστάμενον δόγματος καὶ τῶν λογικῶν θρεμμάτων φροντίζοντα καὶ τῶν ψυχῶν πεπιστευμένον τὴν προστασίαν τοὺς τοιούτους ἐλαύνειν θῆρας ὡς ἀθρόον ἐπιπηδῶντας καὶ τὴν λογικὴν ποίμνην ταράττοντας. ἐπεὶ δὲ ὁ ποιμὴν τοῖς θηρίοις προσέθετο, τὸ εὐσεβὲς καὶ θεῖον βασίλειον ἀντὶ τοῦ θηρὸς ἢ ποιμένος μᾶλλον τοῖς θρέμμασι γέγονε. καὶ κριτήριον ἐκάθισε φοβερόν, τὸ τοῦ ∆ανιὴλ φάναι, καὶ βίβλοι ἀνεῴχθησαν. ὁ μὲν οὖν παλαιὸς τῶν ἡμερῶν ἄνω δικάζων ἐκάθητο, οὐκ ἐλάττους δὲ τῶν ἄνω μυριάδων καὶ κάτω χιλιάδες παρειστήκεισαν, ὅσοι τε τῆς ἐκκρίτου βουλῆς, ἣν δὴ γερουσίαν ἡ Ῥωμαίων φωνὴ καλεῖν εἴωθε, καὶ ὅσοι τὰ δεύτερα μετ' ἐκείνους εἰλήχασι καὶ οἱ μετὰ τούτους, καὶ ἄχρι τῶν ἐσχάτων ὁ κατάλογος τοῦ χοροῦ. ἐπὶ τούτοις καὶ ὅσον οἰκεῖον θεῷ, οἱ τῶν τῇδε ἀπάραντες πρὸ τῆς φυσικῆς μεταθέσεως μονασταὶ καὶ οἱ τούτων καθηγεμόνες· οὐκ ὀλίγοι δὲ καὶ τῶν ἀρχιερέων, ὅσοις μὴ διεφθάρη παρὰ τοῦ ἀπατήσαντος δαίμονος τὰ κινήματα. οὗτοι μὲν οὖν κατὰ τὰς οἰκείας τάξεις περιειστήκεισαν, ἀνεγινώσκοντο δὲ τὰ μαντεύματα καὶ ἡ ἐπίμικτος ἐκείνη θεολογία.