15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
δοίημεν ἀληθεύουσαν τὴν σὴν πρότασιν, ὅτι ὁ πατὴρ μείζων τῇ φύσει, συναληθεύσει καὶ «τὸ τῇ φύσει δὲ οὐ πάντως μεῖζον»· οὐ γὰρ πᾶν, εἴ τι φύσει, τοῦτο καὶ μεῖζον· φύσει γὰρ ὁ υἱὸς πρὸς τὸν πατέρα καὶ ὁ υἱωνὸς πρὸς τὸν πάππον καὶ ὁ ἀνεψιαδὸς πρὸς τὸν θεῖον, ἀλλ' οὐ δήπου καὶ μείζους πρὸς οὓς ἂν οὕτως λέγωνται. εἰ οὖν ὁ πατὴρ μείζων τῇ φύσει, ὡς σὺ φῄς, τὸ δὲ φύσει οὐ πάντως μεῖζον, συμβήσεται τὸ μεῖζον μὴ πάντως εἶναι μεῖζον, καὶ τἆλλα δὲ σοφίσματα οὕτως ἑρμηνευθήσεται. Ἐφ' οἷς ἐπάγει· «ἀλλ' οἶμαι, παρὰ τὸ πῇ καὶ ἁπλῶς ὁ παραλογισμὸς οὗτος». ἰστέον τοίνυν ὅτι δεκατρεῖς ἡμῖν παραλογισμοὺς ἐν τοῖς ἐπιγραφο μένοις Σοφιστικοῖς ἐλέγχοις ὁ φιλόσοφος παραδέδωκεν, ὧν οἱ μὲν ἓξ παρὰ τὴν λέξιν εἰσί· πρῶτος ὁ κατὰ ὁμωνυμίαν, δεύτερος ὁ κατὰ ἀμφιβο λίαν, τρίτος ὁ κατὰ συνθήκην, τέταρτος ὁ κατὰ διαίρεσιν, πέμπτος ὁ κατὰ προσῳδίαν καὶ ἕκτος ὁ κατὰ σχῆμα τῆς λέξεως· οἱ δὲ ἑπτὰ παρὰ τὴν ἔννοιαν, ὧν, ἵνα μὴ τοὺς ἄλλους ἀπαριθμῶμεν, εἷς ἐστιν ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς, τουτέστι παρὰ τὸ μερικόν, ὅπερ ἐστὶ τὸ πῇ, καὶ παρὰ τὸ καθόλου, ὅπερ ἐστὶ τὸ ἁπλῶς. ὅθεν τὰ μὲν πῇ συνημμένως ἐκφέρεται, τὰ γὰρ συντιθέμενα μερικῶς γίνεται· τὰ δὲ ἁπλῶς ἀπολύτως. εἴ τις γοῦν τὰ πῇ ἢ ποτὲ λεγόμενα ἁπλῶς καὶ ἀπολύτως εἴπῃ, παραλογίζεται, ὥς πού τις οἴεται τὸ μὴ ὂν εἶναι. ἐνταῦθα εἰρηκότος γὰρ τοῦ Πλάτωνος ὅτι τὸ μὴ ὂν δοξαστόν ἐστι (δοξάζομεν γὰρ περὶ αὐτοῦ οὐχ ὡς ὄντος, ἀλλ' ὡς μὴ ὄντος) ᾠήθησάν τινες ἐντεῦθεν τὸ μὴ ὂν εἶναι. εἰ τὸ ἔστι, φησί, κατηγορεῖται τοῦ δοξαστοῦ (φαμὲν γάρ, δοξαστόν ἐστι), τὸ δὲ δοξαστὸν τοῦ μὴ ὄντος, κατηγορηθήσεται καὶ τὸ ἔστι τοῦ μὴ ὄντος, ὡς ἐντεῦθεν εἶναι τὸ μὴ ὄν. ἀλλ' ὅρα ὅπως παρελογίσαντο παρὰ τὸ πῇ καὶ ἁπλῶς· τὸ μὲν γὰρ μὴ ὂν δοξαστὸν εἶναι πῇ ἐστι, τὸ δὲ εἶναι ἁπλῶς. οὐ τοίνυν ἐστὶ τὸ μὴ ὂν εἶναι, ἐπειδὴ δοξαστόν ἐστι. σαφέστερον δὲ ὃ λέγω οὕτως γενήσε ται. ὁ Αἰθίοψ λευκός ἐστι τοὺς ὀδόντας· τοῦτο πῇ ἐστιν, ἐπὶ μέρους γὰρ λελεύκωται· εἰ οὖν τις ἐντεῦθεν <εἴποι ἁ>πλῶς ὅτι καὶ λευκός ἐστι, παρὰ τὸ πῇ καὶ ἁπλῶς παρελογίσατο. ∆είξομεν δὲ καὶ ἐφ' ἑνὸς ἐνταῦθα τοῦτο τῶν σοφισμάτων, οἷον «θεὸς οὐσία»· ἀληθὴς ὁ λόγος, ὅτι πῇ εἴρηται· «ἡ οὐσία δὲ οὐ πάντως θεός»· καὶ οὗτος ἀληθής, ὅτι ἁπλῶς εἴρηται, οὐ γὰρ πᾶσα οὐσία θεός· τὸ δ' ὅλον συντιθέμενον παραλογισμὸς ἀπὸ τοῦ πῇ καὶ ἁπλῶς συντεθειμένος. τοιοῦτόν φησιν ὁ πατὴρ τὸν τοῦ Εὐνομίου λόγον εἶναι. τῶν γὰρ ὀρθοδόξων λεγόντων ὅτι «μείζων ὁ πατὴρ τοῦ υἱοῦ τῇ τοῦ αἰτίου φύσει», ὅπερ ἐστὶ πῇ (συνημμένον γάρ ἐστι καὶ μερικόν), ἐκεῖνοι ἀποδιελόντες τὸ αἴτιον τὸ μεῖζον τῇ φύσει συνάγουσι, τὸ πῇ ποιοῦντες ἁπλῶς. «ὥσπερ» φησίν «εἰ καὶ λεγόντων ἡμῶν ὅτι ὁ δεῖνα νεκρὸς ἄνθρωπος, ἁπλῶς ἐπῆγον αὐτοὶ τὸν ἄνθρωπον». οἷον ὁ μερικὸς ἄνθρωπος οὐκ ἀναπνεῖ, ὅπερ ἐστὶ πῇ καὶ μερικόν· εἰ γοῦν οὕτως σου λέγοντος ἀποδιέλῃ τις τὸν νεκρὸν [καὶ] εἴπῃ τὸν ἄνθρωπον μὴ ἀναπνεῖν, τὸ πῇ ἁπλῶς ἐποίησεν· ὥσπερ εἴ τινος εἰρηκότος «ἡ χαλκῆ ναῦς οὐ πλεῖ», ἄλλος συνάξει «ἡ ναῦς οὐ πλεῖ», ὅπερ ἐστὶ παρὰ τὸ πῇ καὶ ἁπλῶς. καὶ αὖθις, εἴπερ εἰρηκότος ἐμοῦ ὅτι «ἡ κίβδηλος δραχμὴ οὐ καταλλάττεται», σὺ τὴν δραχμὴν ἁπλῶς ἐπάξεις μὴ καταλλάττεσθαι, παρὰ τὸ πῇ παρελογίσω με καὶ ἁπλῶς. τοιοῦτοι γοῦν οἱ Στωϊκοὶ παραλογισμοί· ὁ σωρείτης, ὁ κερατίνης, ὁ κυριεύων καὶ ἕτεροι πάμπολλοι, ἰδίας ὀνομασίας παρ' ἐκείνων τυχόντες· ἐπειδὴ γὰρ κέρασιν ἐχρήσατο ὁ σοφισάμενος ἐν ταῖς προτάσεσιν, «εἰ κέρατα ἔχεις, καὶ καλὰ ἔχεις κέρατα», καὶ πάλιν, «εἰ κυριεύσει ∆ίων, κυριεύσει ∆ίων», ἐντεῦθεν ὁ μὲν κερατίνης διὰ τὰ κέρατα, ὁ δὲ κυριεύων διὰ τὸ οὕτως ἐσχηματίσθαι τὴν πρότασιν ὠνομάσθη. ὁ δὲ σωρείτης ἰδιαίτερον οὕτως ὠνόμασται, ἐπεὶ κατὰ τὴν προχείρισιν πολυώνυμός ἐστι. καὶ γὰρ κομήτης καὶ φαλακρίτης καὶ δρομίτης καὶ νεωλκίτης καὶ ποριστὴς καὶ πενέστης καὶ τὰ τοιαῦτα κατονομάζεται. ἀλλ' ἐπειδὴ εἰς τὴν σωρείαν τὰ πλείω συνάγεται, διὰ ταῦτα σωρείτης