Chronographia brevis [Dub.] (recensiones duae)
ἀποστόλων στίχων ςʹ. ʹ Κλήμεντος λβʹ στίχων βχʹ. ζʹ Ἰγνατίου, Πολυκάρπου, Ποιμένος καὶ Ἑρμᾶ.
εἰργάσατο εἰς τὸν οἶκον Ἀχαὰβ φόνων, μέχρι δʹ γε νεᾶς τοὺς ἐξ αὐτοῦ κρατήσειν τῆς βασιλείας τοῦ Ἰσραήλ, μῆνας ʹ. ιεʹ Σεροὺμ ἀποκτείνας Ζαχαρίαν ἐβασίλευσε μῆνα. ιʹ Μαναὴμ ἀποκτείνας Σεροὺμ ἐβασίλευσεν ἔτη ιβʹ. ιζʹ Φακεΐας υἱὸς αὐτοῦ ἔτη ιʹ. ιηʹ Φακεὲ υἱὸς Ῥωμελίου· ἐφ' οὗ Ἡσαΐας καὶ Ναοὺμ οἱ προφῆται ἔτη κηʹ. ιθʹ Ὠσηὲ υἱὸς Ἡλία ἀποκτείνας τὸν Φακεὲ ἔτη θʹ. Ἐπὶ αὐτοῦ Σαλμανασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ᾐχμαλώτευσε πᾶσαν τὴν Σαμάρειαν καὶ τὸν αὐτῆς βασιλέα καὶ πᾶσαν τὴν γῆν τοῦ Ἰσραήλ, δίχα τῆς Ἱερουσαλὴμ καὶ τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμίν· πάντας τοῦ Ἰσραὴλ κατήγαγεν αἰχμαλώτους εἰς γῆν Ἀσσυρίων, βασιλεύοντος τοῦ Ἰούδα ἐν Ἱερουσαλὴμ Ἐζεκίου. τοὺςδὲ λεγομένους Χουθσαίους ἀναγαγὼν ὁ Ἀσσύριος ἐκ τῆς 108 γῆς ἀνεκάθισεν ἐν τῇ γῇ Ἰσραήλ, ἔν τε τῇ Σαμαρείᾳ καὶ ἐν ταῖς λοιπαῖς πόλεσι ταῖς παρ' αὐτοῦ ἐρημωθείσαις· ἀνθ' ὧν παρέλαβε καὶ μετῴκισεν εἰς τὴν γῆν αὐτοῦ Ἰσραηλιτῶν. ἐκεῖνοι δὲ τὴν γῆν Ἰσραὴλ οἰκήσαντες τοῖς ἰδίοις ἐλάτρευον θεοῖς. ὀργισθεὶς δὲ ὁ θεὸς λέοντας ἔπεμψε κατεσθίοντας αὐτούς. τοῦτο δὲ μαθὼν ὁ μετοικίσας αὐτοὺς βασιλεὺς καὶ τὸ αἴτιον νοήσας ἀπέστειλεν αὐτοῖς ἕνα τῶν παρ' αὐτοῖς αἰχμαλώτων ἱερέων τοῦ Ἰσραήλ, τὴν λατρείαν τοῦ θεοῦ Ἰσραὴλ καὶ τὸν νόμον ἐκδιδάσκοντα. τὰ παρὰ τοῦ Μωϋσέως οὖν μόνα παραλαβόντες ἐλάτρευον καὶ τῷ θεῷ, τῶν εἰδώλων οὐκ ἀποστάντες. ἀπὸ τούτων εἰσὶν οἱ νῦν Σαμαρεῖται τὴν πεντάτευχον μόνην τοῦ Μωϋσέως δεχόμενοι καὶ μὴ συγχρώμενοι τοῖς Ἰουδαίοις. Καὶ ὅσοι ἀρχιερεῖς ἐγένοντο ἐν τῷ Ἰσραήλ. αʹ Ἀαρὼν ἕβδομος ὢν ἀπὸ Ἀβραάμ, δύο υἱοὺς κατέλιπεν, Ἐλεάζαρ καὶ Ἰθάμαρ. βʹ Ἐλεάζαρ, ἐφ' οὗ ἀπεβίω Μωϋσῆς, καὶ ἡ κληροδοσία τῆς γῆς διὰ Ἰησοῦ καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου ἐπάγη ἐν τῇ ἐρήμῳ. γʹ Φινεὲς υἱὸς Ἐλεάζαρ μετὰ πάντων πρεσβυτέρων τὸν λαὸν κρίνας. δʹ Ἀβιούδ. Βεχί. Ὀζεί. εʹ Ἡλὶ ἐκ τοῦ Ἰθάμαρ. ʹ Ἀχιτώφ, ἐφ' οὗ Σαμουήλ. 109 ζʹ Ἀβιάθαρ ὁ μετὰ τοῦ ∆αυίδ. ηʹ Σαδὼκ ἐκ τοῦ οἴκου Ἐλεάζαρ. θʹ Ἀχιμάς, Ἀζαρία, Σαμαρείας. ιʹ Ἀζαρίας ὁ διὰ ζῆλον θεοῦ ἀναιρεθείς. ιαʹ Ἀζαρίας ὁ τὸν Ὀζίαν τῆς εἰς τὰ ἅγια εἰσόδου κωλύσας. ιβʹ Οὐρίας ὁ παρὰ τῷ Ἡσαΐᾳ πιστός. ιγʹ Σομνὰς ὁ πονηρὸς καὶ ἄσωτος ἐπὶ Ἐζεκίου βασι λέως. ιδʹ Ἐλιακείμ. Σελούμ. ιεʹ Χελκίας ὁ ἐπὶ Ἰωσίου βασιλέως. ιʹ Σαρεὰς ὁ ἐπὶ τῆς αἰχμαλωσίας Βαβυλῶνος, ὃν ἀνεῖλεν ὁ Ναβουχοδονόσωρ. ιζʹ Ἰωσεδέκ, ὃν Ἰεζεκιὴλ Σαδοὺκ ὀνομάζει. οὗτος ἦν ἐν Βαβυλῶνι ἐν τῇ αἰχμαλωσίᾳ. ιηʹ Ἰησοῦς υἱὸς αὐτοῦ ὁ ἐπανελθὼν καὶ τὸν ναὸν οἰκοδομήσας μετὰ Ζοροβάβελ. ιθʹ Ἰωακείμ. Ἐλιασούμ. κʹ Ἰωδάε, ἐφ' οὗ Νεεμίας ἠνῳκοδόμησε τὴν Ἱερουσαλὴμ [καὶ τὰ τείχη]. καʹ Ἰωνᾶν. κβʹ Ἰαδδῶ, ὁ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως. κγʹ Ὀνίας. Σίμων ὁ θεοφιλής. κδʹ Ἐλεάζαρ, ἐφ' οὗ ἡρμηνεύθησαν αἱ θεῖαι γραφαὶ ἐπὶ Πτολεμαίου. κεʹ Μανασσῆς. Ὀνίας. 110 κʹ Σίμων υἱὸς αὐτοῦ· οὗ μνημονεύει Ἰησοῦς υἱὸς Σιρὰχ ἐν τῇ σοφίᾳ αὐτοῦ. κζʹ Οἱ Σίμωνος υἱοὶ τρεῖς, Ὀνίας, Ἰάσων καὶ Μενέλαος. Οὗτοι δὲ ἀλλήλοις ἀντιταττόμενοι ὑπ' ἀλλήλων διολώλασιν· ἐφ' ὧν καὶ Ἀντίοχος τὰ κακὰ διεπράξατο, ἀνελὼν τὸν Μενέλαον. κηʹ Ἄλκιμος ἀλλογενὴς κατεστάθη ὑπὸ Ἀντιόχου ἀντὶ Μενελάου. κθʹ Ἰούδας ὁ Μακκαβαῖος καὶ Ἰωνάθης καὶ Σίμων οἱ ἀδελφοὶ αὐτοῦ. λʹ Ἰωάννης υἱὸς Σίμωνος τοῦ Μακκαβαίου. λαʹ Ἀριστόβουλος υἱὸς αὐτοῦ, ὃς καὶ διάδημα βασιλέως περιέθετο μετὰ Ἀλεξάνδραν τὴν μητέρα αὐτοῦ. λβʹ Ἰωάννης ὁ καὶ Ἰανναῖος καὶ Ὑρκανός. Τοῦτον ὁ ἀδελφὸς αὐτοῦ ἐξέωσε· Πομπήιος δὲ ὁ Ῥωμαίων στρατηγὸς προσφυγόντα αὐτῷ τὸν Ὑρκανὸν ἀποκαθίστησιν· ἐφ' οὗ Ἰουδαῖοι γεγόνασιν ὑποτελεῖς Ῥωμαίων. Ἀριστόβουλος μὲν οὖν δέσμιος ἀνεπέμφθη εἰς Ῥώμην ὑπὸ Πομπηίου. Ὑρκανὸς δὲ ᾐχμαλωτεύθη ὑπὸ Πάρθων, Ἀντίγονός τε Ἀριστοβούλου καὶ αὐτὸς ἀνῃρέθη.λγʹ Ἀνάνηλος ἀλλογενὴς ὁ κατασταθεὶς ὑπὸ Ἡρώδου. λδʹ Ἀριστόβουλος υἱὸς Ὑρκανοῦ, ὃν ἀνεῖλεν Ἡρώδης, γαμβρὸς Ἀνανήλου. λεʹ Ἀνάνηλος πάλιν τὸ δεύτερον ὑπὸ Ἡρώδου κατασταθείς. λʹ Σίμων Βοηθοῦ πενθερὸς Ἡρώδου. λζʹ Ματθίας Θεοφίλου. 111 ληʹ Ἰωάζαρ πενθεριδοῦς Ἡρώδου· ἐφ' οὗ ὁ Χριστὸς ἐγεννήθη. λθʹ Ἐλεάζαρ. Ἰησοῦς. Ὠσηέ. Ἰωάζαρμʹ Ἄνανος, ἐφ' οὗ ὁ