7
ἀπρονόητον εἴασας μέρος· ἥδεται κατ' οἶκον, εὐθηνεῖται κατ' ἀγρούς, πλήθει τοῖς κτήνεσιν· οὐδὲν ἀφῆκας, ὃ μὴ πανταχόθεν αὐτὸν εὐθυμεῖν παρασκευάζει. 1, 11 ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψῃ πάντων ὧν ἔχει, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. ὁρᾷς ὠμότητα διαβολικήν· οὐκ ἀρκεῖται μέρος αὐτοῦ τῆς οὐσίας ἀπολέσαι ἤ τινας τῶν παίδων, ἀλλ' ἀθρόον αὐτὸν πάντων ἔρημον καταστῆσαι βούλεται. τὸ δὲ ἀπόστειλον τὴν χεῖρά σου ἀντὶ τοῦ· πληκτικῶς αὐτοῦ περίδραξαι. δείκνυται δὲ κἀντεῦθεν, ὡς οὐδεμίαν ἔχει καθ' ἡμῶν ἐξουσίαν ὁ διάβολος, εἰ μὴ ὑπὸ θεοῦ συγχωρηθῇ κατὰ τὰς αὐτοῦ περὶ ἡμᾶς ἀρρήτους οἰκονομίας. 19 τὸ δὲ ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει ἀντὶ τοῦ· ὄντως τότε σε φανερῶς βλασφημήσει. εὐφήμως γὰρ ἡ γραφὴ τῷ εὐλογήσει ἀντὶ τοῦ βλασφημήσει χρᾶται, ὥσπερ καὶ ἐν ταῖς Βασιλείαις εἴρηται περὶ τοῦ Ναβουθέ· εὐλόγησε θεὸν καὶ βασιλέα. ὅρα δέ, πῶς πανούργως καὶ μεθ' ὑποκρίσεως οὐ λέγει ὅτι· ἐπίτρεψόν μοι, ἀλλά· σὺ ποίησον. σύνοιδε γὰρ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ὅμως μέμηνε καὶ ἀλαζονεύεται, ὅπερ τῆς ἐσχάτης ἀνοίας ἐστίν. 1, 12 τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλὰ αὐτοῦ μὴ ἅψῃ. τοῦ πονηροῦ μὴ εἰρηκότος· ἐπίτρεψόν μοι, ὁ μέγας ἀγωνοθέτης τὴν ἀνδρείαν ἐπιστάμενος τοῦ οἰκείου ἀθλητοῦ αὐτῷ τῷ ἀντιπάλῳ δίδωσιν αὐτὸν ἔκδοτον χρῆσθαι ὡς βούλεται. εἰδὼς δὲ τοῦ μισανθρώπου τὸν ἀκόρεστον θυμὸν μέτρῳ περιορίζει τὸ ἀόριστον αὐτοῦ τῆς ἐπιθυμίας. τοῖς μὲν γὰρ αὐτοῦ, φησίν, ὡς βούλει κέχρησο, αὐτοῦ δὲ μὴ ἅψῃ. ὅρα δὲ σοφίαν ἀγωνοθέτου καὶ φιλανθρώπου θεοῦ· πρῶτον ἐᾷ τὸν ἀθλητὴν ἐν τοῖς ἔξωθεν καὶ ἀκινδυνοτέροις διαγυμνασθῆναι, εἶτα νικηφόρον ἀναδείξας τότε προστίθησι καὶ τὸν περὶ τὰς σάρκας ἀγῶνα. 1, 12 καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου. καίτοιγε οὐκ ἔστι τόπος ἔξω τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλ' ἵνα δείξῃ, ὅτι τὴν ἐπιτροπὴν λαβὼν εἴχετο λοιπὸν τοῦ ἔργου, καὶ ὅτι ἐντὸς τοῦ ἀγαθοῦ φαῦλον οὐδὲν οὔτε εἶναι οὔτε πράττεσθαι δύναται· ἔξω γάρ εἰσι τοῦ ἀγαθοῦ τὰ φαῦλα. 1, 13 καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη. ἀντὶ τοῦ· ἧκέ τις ἡμέρα, καθ' ἣν ὁ ἀγὼν συνεκροτήθη. καὶ ὅρα, ὡς ἐν ἡμέρᾳ μιᾷ ἅπαντα ἐπήγαγεν ὁ διάβολος τὰ δεινὰ τῷ δικαίῳ εἰς ἔκπληξιν αὐτὸν ἢ ἀγανάκτησιν καὶ βλασφημίαν κινῆσαι βουλόμενος. τοῦτο γὰρ δὴ καὶ ὑποσχόμενος ἐτύγχανεν φήσας· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. 1, 13 οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. ὅθεν καὶ ηὐπόρησεν τῆς ἀθρόας κατ' αὐτῶν ἀπωλείας ὁ διάβολος ἅμα πάντας εὑρών. 1, 14 καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτῷ· ἠδύνατο μὲν ὁ διάβολος ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν καὶ πολεμίων διερεθίσαι ψυχὰς καὶ πῦρ αἰθέριον κατάγειν καὶ μόνους ἀγγέλους σῴζειν τῶν συμφορῶν καὶ πνεῦμα συγκινεῖν εἰς τὴν τῆς οἰκίας κατάπτωσιν τῇ ἀγγελικῇ δυνάμει χρώμενος ᾗ ἐξ ἀρχῆς εἴληφεν παρὰ τοῦ δημιουργοῦ. ἠδύνατο δέ, ὡς ἔφην, ὑπὸ θεοῦ συγχωρούμενος. δύναται δὲ καὶ σχηματίζεσθαι καὶ τοὺς οἰκείους δορυφόρους δαίμονας διασκευάζειν ὡς πολεμίους φαίνεσθαι καὶ ὡς ἀνθρώπους ἀπαγγέλλοντας συμφοράς, καὶ πυρὸς ὑπόληψιν ποιεῖν ἐξ οὐρανοῦ κατερχομένου καὶ πνοῆς ἀνέμου βιαίας φερομένης κατὰ τῆς οἰκίας, ὅπουγε καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται τοιαύτην τινὰ φύσεως ἐξουσίαν παρὰ τοῦ δημιουργοῦ λαβών. εἴτε οὖν οὕτως εἴτε ἐκείνως ἠγωνίσατο, πλὴν ὅτι πικρῶς καὶ ἐντέχνως καὶ κακοήθως ἐχρήσατο τοῖς παλαίσμασιν. 21 1, 1415 τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν· καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ἠχμαλώτευσαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. ὁρᾷς ἀγγελίαν διαβολικὴν κακοτέχνως καὶ κατὰ αὔξησιν προερχομένην, ἐφ' ᾧ τὴν ἄσειστον τοῦ δικαίου κατασεῖσαι ψυχήν; οὐκ εἶπεν ἁπλῶς τὰ ζεύγη τῶν βοῶν, ἀλλὰ καὶ ἠροτρία, ἀντὶ τοῦ· πόρον ἐκ τῶν τῆς γῆς προσόδων εἰργάζοντο· οὐδὲ ἁπλῶς εἶπεν· αἱ ὄνοι, ἀλλὰ αἱ θήλειαι, ἐξ ὧν ἡ ἐπιγονὴ καὶ ἡ αὔξησις. εἶτα εἰρηκὼς τῶν ἀλόγων τὴν ἀφαίρεσιν