τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσωσι, καὶ γνωσθῇ αὐτοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ, καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας»· εἶτα μετ' ὀλίγα «Καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου»· καὶ πάλιν μετ' ὀλίγα 162 «Καὶ ποιήσει, φησί, τὸν μόσχον ὃν τρόπον ἐποίησεν τὸν μόσχον τῆς ἁμαρ τίας· οὕτως ποιηθήσεται αὐτῷ καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεύς, καὶ ἀφε θήσεται αὐτοῖς». Οὐκοῦν αἵματι ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης τῆς συνα γωγῆς ἵνα | ἀφεθῇ αὐτοῖς *** ἐν αὐτῷ ἐστιν καὶ τὸ ἱλαστήριον καὶ ἀρχιερεὺς καὶ τὸ θυόμενον ὑπὲρ τοῦ λαοῦ *** ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ ἑαυτοῦ αἵματι, ἱλαστήριον δὲ διὰ τὴν πάρεσιν τῶν γεγο νότων ἁμαρτημάτων, ἵνα πάρεσις γένηται τῶν προγεγονότων ἁμαρτημάτων, τουτέστιν συγχώρησις | καὶ ἄφεσις, τοῖς πιστεύουσιν *** ἐκ γὰρ τῶν παρα κειμένων λέξεων τοῦ τε πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυ μίας καὶ ἡ μεταξὺ αὐτῶν ὀνομασθεῖσα ἀνοχὴ ‖ ····αινει παρὰ τὸ ἀνέχεσθαι πεποιημένη *** καὶ δικαιῶν τὸν ἐκ πίστεως, τουτέστιν τὸν πιστεύοντα εἰς Ἰησοῦν καὶ διὰ Ἰησοῦ τῷ Θεῷ, καὶ οὐκ ἄτοπ̣όν γε προλαβόντας εἰς τὸ «δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ» εἰπεῖν [ὅτι] ὥσπερ Ἀβραὰμ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαι|οσύνην, οὕτως τοῖς πιστεύσασιν εἰς τὸν Ἰησοῦν ἢ εἰς τὸν Θεὸν διὰ τοῦ Ἰησοῦ λογίζεται ὁ Θεὸς τὴν πίστιν εἰς δικαιοσύνην, καὶ οὕτω δικαιοῖ τὸν ἐκ πίστεως Ἰησοῦ *** εἰ μὴ ἄρα ἡ μὲν οὐσία αὐτοῦ ἱλαστήριον, ἡ δὲ ἐνέργεια ἱλασμός *** | τούτων δὲ τὴν τάξιν οἶμαι αἰνίττεσθαι τὸ Λευιτικόν, πρῶτον μὲν νομοθετοῦν περὶ δώρων, δεύτερον δὲ περὶ θυσιῶν σωτηρίου καὶ τρίτον περὶ ψυχῆς ἁμαρτούσης ἀκουσίως *** [Rom. 3, 27-28] πρώτους ἐκείνους πεπιστεῦσθαι τὰ λόγια τοῦ Θεοῦ καὶ ὅσον ἐπὶ τούτῳ τὸ κατὰ τῶν ἐθνῶν ἰουδαικὸν καύχημα 164 π̣αραστήσας, νῦν αὐτὸ περιγράφει τῷ ἐπενηνοχέναι μετὰ τὸ περισσὸν τοῦ Ἰουδαίου καὶ τὴν ἀπὸ τῆς περιτομῆς ὠφέλειαν ὡς ἄρα ε̣ἷς ὁ Θεὸς ἀλη θής ἐστιν, | πᾶς δὲ ἄνθρωπος ψεύστης *** διὸ πᾶν τὸ δοκοῦν τοῖς Ἰουδαίοις εἶναι καύχημα ἐκκλείεται καὶ ὡσπερεὶ κωλύεται, νόμου πίστεως δικαιοῦντος τὸν δικαιούμενον καὶ οὐ νόμου ἔργων· οὔτε γὰρ ἀμφότεροι οἱ νόμοι δικαιοῦσιν ἅμα, οὔτε ὁ τῶν ἔργων νόμος· ἀρκεῖ γὰρ εἰς δικαίωσιν ὁ τῆς πίστεως, ἐπεὶ ἔστιν ποτὲ ἤδη τυχεῖν τῆς δικαι|ώσεως πιστεύσαντα μόνον καὶ τὸ καθόλου μηδὲν ἐργασάμενον. Ἔχομεν γοῦν παραστῆσαι τὸν ἐκ μόνης πίστεως χωρὶς ἔργων δικαιούμενον, ὁποῖος ἦν ὁ τῷ Ἰησοῦ συσταυρωθεὶς λῃστής, καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου καὶ στᾶσαν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιη κέναι *** καὶ ἐξ οὐδενός γε ἔργου νόμου ἀλλ' ἐκ τῆς πίστεως ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς ὅτε εἶπεν αὐτῇ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι» καὶ «Ἡ πίστις | σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην». Καὶ πολλαχοῦ δὲ τοῦ εὐαγγελίου τὸ «Ἡ πίστις σου σέσωκέν σε» λέγεται, ἵνα μάθωμεν ὅτι καλῶς λογιζόμεθα δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου. Ἀλλ' εἰκός τινα τούτων ἀκούσαντα ἀμελήσειν τῆς κατὰ Θεὸν πολιτείας ὡς ἀρκούσης πίστεως εἰς δικαίωσιν. Φήσομεν δὲ πρὸς τοῦτο ὅτι μετὰ δι|καίωσιν ἀδικία γενομένη ἠθέτησεν τὴν χάριν τοῦ δικαιώσαντος *** 166 προλαμβάνει οὖν τὰ ἐσόμενα μετὰ τὴν ἐκ πίστεως δικαίωσιν ἔργα ἡ ἀρκου μένη μόνη τῇ πίστει ἀπὸ Θεοῦ δικαίωσις, ἵν' ὁ δικαιούμενος μὴ καυχήσεται ἐνώπιον τοῦ Θεοῦ ὡς μηδὲν ἀπὸ Θεοῦ δῶρον λαβών, ἀλλ' ἐξ ἔργων νόμου δικαιωθείς. Ἐγὼ δ' οἶ‖μαι ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα, κἂν δοκῇ εἶναι δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιή σαντα αὐτά. Καὶ ἐπεὶ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύ χησις, διὰ τοῦτο πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, κἂν ἀληθεύων λέγῃ· «Ὁ Θεός, | εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀν θρώπων ἅρπαγες, ἄδικοι, μοιχοί» καὶ τὰ ἑξῆς *** διὰ νόμου πίστεως ἐκκλείεται μὲν πᾶσα καύχησις ἣν καυχήσαιντο ἂν οἱ μὴ νοοῦντες τὴν ἐκ πίστεως δικαίωσιν, οὐκ ἐκκλείεται δὲ ἡ ἐξ αὐτῆς τῆς πίστεως