τόμα αὐτοῦ γέμει καὶ πικρία καὶ δόλου. εἶθ' ἑξῆς τοῦτο ἐστιν· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδόσεσιν, ἐν τῷ ταχεινοὶ ἐκχέαι αἷμα, ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν ἑβδομήκοντα. τὸ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἐν τινὶ τῶν προφητῶν γεγράφθαι τὸ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, ἐν δὲ ψαλμοῖς οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. πλήθους δὲ ὄντων ἁμαρτημάτων, οὐ πάντως ἕκαστος ἔνοχός ἐστι τοῖς ἅπασιν, ἀλλ' οἱ μὲν τῷδε τῷ ἁμαρτήματι οἱ δὲ τῷδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν. 14 ιιι 19, 20 οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; πῶς δὲ καὶ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ νόμου Μωυσέως γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα; Κάιν μὲν γάρ φησι μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ ἐν ἁμαρτίαι ἐμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν καὶ τὰ ἑξῆς· ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησὶν εἰ δὲ καὶ ἁμαρτὼν ἑκουίω ἔκρυψα τὴν ἁμαρτίαν μου καὶ τὰ ἑξῆς. ὥστε δοκεῖ μοι μὴ τὸν Μωσέως νόμον νῦν λέγεσθαι τῷ ἀποστόλῳ ἀλλὰ περὶ τοῦ φυσικοῦ, ὃς καὶ γέγραπται ἐν ταῖ καρδίαι τῶν ἀνθρώπων. τίνες δ' ἂν εἶεν οἱ ἐν τῷ νόμῳ; ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ οἱ ἔτι ζῶντε χωρὶ νόμου, ὁποῖος ἦν καὶ Παῦλός ποτε. πλὴν οἱ ἅγιοι οὓς προέγνω καὶ προώριεν καὶ ἐκάλεεν καὶ ἐδικαίωεν καὶ ἐδόξαεν νόμο εἰὶ καὶ οὐκ ἐν νόμῳ· διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι γενήσονται τῷ θεῷ, οὐ γὰρ εἰσὶ σάρξ· καὶ εἰ δικαιοῦνται δέ, οὐκ ἐξ ἔργων νόμου, νόμος γὰρ οὐκ ἐξ ἔργων νόμου δικαιωθήσεται, αὐτόθεν δίκαιος ὤν. οὕτω δὲ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου, καὶ μάλιστα τῆς λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα. [καὶ ἄλλως δὲ] ὅσον ἐπὶ τῷ νόμῳ τιμωρηθῆναι τὸν μοιχεύοντα ἐχρῆν καὶ τὸν φονεύοντα κολάζεσθαι βουλομένῳ πάντως, τὸ δὲ κύριο ἀφεῖλεν τὸ ἀνόμημά ου οὐκέτι βούλημα ἦν τοῦ νόμου ἀλλὰ χάρις τοῦ δεδωκότος τὸν νόμον. διὰ τοῦτο ἀκριβῶς εἰπὼν τὸ ἐξ ἔργων νόμου οὐκ ἐπήγαγε Πᾶς ἄνθρωπος ἀλλὰ Πᾶσα σάρξ. διαθέσει μὲν γὰρ δικαιοῦσθαι δυνατόν, ὅταν τῇ προθέσει πρὸς τὸ τοῦ νόμου ῥέπῃ βούλημα, ἔργοις δὲ οὐκέτι δυνατόν· τὰ δὲ ἔργα σαρκὸς ἅπερ ἂν ἕληται ψυχή. 15 21, 22 νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν· δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας. ὃ λέγει τοιοῦτόν ἐστιν· οὐχ ὥσπερ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, οὕτως καὶ φανέρωσις δικαιοσύνης θεοῦ διὰ νόμου γίνεται, χωρὶς γὰρ νόμου δικαιοσύνη θεοῦ πεφανέρωται· μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἵτινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς ἀλλὰ τὴν αὐτοῦ τοῦ θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερευνητά ἐτι. διὸ νυνὶ χωρὶς νόμου πεφανέρωται ἡ τοῦ θεοῦ δικαιοσύνη, ἧς διδάσκαλός ἐστιν ὁ Χριστός, ἐν μηδενὶ παραλαμβάνων εἰς παράστασιν τῆς τοῦ θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον. ἐμαρτυρεῖτο δὲ αὕτη, ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ ἁγίου πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωυσέως νόμου. καὶ μὴ θαυμάσῃς εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ· εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς· οἷον οὐχ ὑμεῖ λέγετε ἔτι τετράμηνό ἐτιν καὶ ὁ θεριμὸ ἔρχεται; ἐπάρατε τοὺ ὀφθαλμοὺ ὑμῶν καὶ θεάαθε τὰ χώρα ὅτι λευκαί εἰι πρὸ θεριμὸν ἤδη. δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθείς, κατὰ μὲν τὸ πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸ