τελείοις λαλουμένης σοφίας, ἐν μυστηρίῳ ἀποκεκρυμμένης, «ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς τὴν» τῶν δικαίων «αὐτοῦ δόξαν», καὶ δυναμένοις ἐνορᾶν ὑπεροχὴν σοφίας θεοῦ παρὰ τὴν «σοφίαν τοῦ αἰῶνος τούτου» ἢ «τῶν ἀρχόντων τοῦ «αἰῶνος τούτου, τῶν καταργουμένων», οἱονεὶ προφήταις ἰδίοις χρω μένων, τῶν ὁποιωνδήποτε λόγων ἑτέρων παρὰ τὴν ἀλήθειαν προϊ σταμένοις· ψάμμος γὰρ ὀλίγη αἱ λοιπαὶ σοφίαι χρυσὸς εἶναι νομιζό μεναι ἐν ὄψει σοφίας, ἣν ἔκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ ἄργυρος ὁ τῶν πολλῶν λαμπρὸς καὶ πιθανὸς λόγος ὡς πηλὸς λογισθήσεται, <ἐναντίον> τῶν ἁγνῶν λογίων κυρίου τῶν πεπυρωμένων καὶ κεκαθαρισμένων ἑπταπλασίως καὶ δοκίμων, ἅτε προεληλυθότων ἀπὸ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου. 19.10.57 Τὰ δὲ ἀπὸ τῆς ἐπιγεγραμμένης Σοφίας ἄλλως παρεθέμεθα εἰς τὸ συνιδεῖν τὴν δύναμιν τοῦ «Ταῦτα τὰ ῥήματα † ἃ ἐλάλησεν ἐν «τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ». τηρείσθω γὰρ ἡ περὶ τῶν πλουσίων καὶ τῆς πενιχρᾶς χήρας διήγησις ὡς ἀποδέδοται, καὶ εἴ τίς γε μιμητής ἐστιν Χριστοῦ, ἡκέτω ἐπὶ τὸ μὴ ἐν τόπῳ νοητὸν ἱερὸν τοῦ θεοῦ ὁδεύων τῷ νῷ καὶ ἀκολουθῶν τῷ πνεύματι χειρα γωγῆσαι αὐτὸν ἐπ' αὐτὸ δυναμένῳ, καὶ φερέτω δόκιμα νομίσματα, ῥήματα ζωῆς αἰωνίου, ἐπὶ τὸ γαζοφυλάκιον, καὶ ἔργα ἀκόλουθα τοῖς 19.10.58 τοιούτοις ῥήμασιν. ἀλλ' εἴθε μήτε πενιχρά τις ἡμῶν μήτε χήρα εἴη φέρειν μηδὲν πλεῖον δυναμένη δύο λεπτῶν, μήτε πλούσιος ἐκ μόνου τοῦ περισσεύματος φέρων, ἀλλὰ πάντα τὸν πλοῦτον ἀνατιθεὶς 19.10.59 τῷ θεῷ. Ἰησοῦς δὲ οὐ πάντα ἃ εἶχεν ῥήματα ἐλάλησεν ἐν τῷ γαζο 19.10.59 φυλακίῳ διδάσκων, ἀλλὰ τοσαῦτα ὅσα ἐχώρει τὸ γαζοφυλάκιον· οὐδὲ γὰρ αὐτόν γε οἶμαι χωρεῖν τὸν κόσμον τὸν ὅλον τοῦ θεοῦ λόγον. 19.10.60 ὅμως δὲ τοσαῦτα ῥήματα ἐν τῷ γαζοφυλακίῳ λαλῶν καὶ διδάσκων ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ὑπ' οὐδενὸς ἐκρατεῖτό πω· καὶ αὐτοῦ γὰρ οἱ λόγοι ἰσχυρότεροι ἐτύγχανον τῶν πιάσαι αὐτὸν θελόντων. καὶ ὅσον γε λέγει, οὐδεὶς αὐτὸν πιάσει τῶν ἐπιβουλευόντων αὐτῷ· ἀλλ' ἐὰν 19.10.61 σιωπήσῃ, τότε κρατεῖται. ὅθεν ἐπεὶ ἐβούλετο ὑπὲρ τοῦ κόσμου παθεῖν, ἐξεταζόμενος ὑπὸ τοῦ Πιλάτου καὶ μαστιγούμενος σιωπᾷ· εἰ γὰρ λελαλήκει, οὐκέτι ἐγίνετ' <ἂν> αὐτῷ τὸ ἐσταυρῶσθαι ἐξ 19.10.62 ἀσθενείας, ἐπείπερ οὐκ ἔστιν ἀσθένεια ἐν οἷς ὁ λόγος λαλεῖ. ὄντι δὲ αὐτῷ ἐν τῷ γαζοφυλακίῳ οὐδέπω ἡ ὥρα ἐνειστήκει τοῦ πιασθῆναι αὐτόν, ἀλλ' οὐδὲ ὄντι ἐν τῷ ἱερῷ· χειμάρρουν δέ τινα ἐχρῆν εἶναι 19.10.63 τὸν τόπον ἔνθα ἐβούλετο πιασθῆναι ὁ Ἰησοῦς καὶ ἐδύνατο. ἀλλὰ καὶ καιρὸν τοῦ κρατεῖσθαι αὐτὸν οὐκ ἔδει εἶναι ἡμερινόν· «Ὁ γὰρ «Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων «ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων». περὶ δὲ τοῦ «Οὔπω ἐλήλυθεν ἡ ὥρα αὐτοῦ» ἐν τοῖς ἀνωτέρω διὰ πλειό νων διειλήφαμεν, οἷς χρήσει καὶ εἰς τὰ παρόντα. 19.11.n Εἶπεν οὖν πάλιν αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 19.11.64 Καὶ ταῦτα ἐν τῷ γαζοφυλακίῳ ἐν τῷ ἱερῷ, προστιθεὶς τοῖς προτέροις οὐ μόνον ταῦτα ἀλλὰ πλείονα ἕως τοῦ «Ἀμὴν λέγω «ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί». μετὰ δὲ τοῦτον τὸν λόγον ἀράντων λίθους, ἵνα λιθάσωσιν αὐτόν, Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ, ὅτε παράγων εἶδεν τὸν ἀπὸ γενετῆς τυφλόν, περὶ οὗ εἰσό 19.11.65 μεθα, θεοῦ διδόντος, γενόμενοι κατὰ τὸν τόπον. λέγει δὲ ταῦτα ἵνα τὸ ἐπιφερόμενον γένηται· «Ταῦτα γὰρ αὐτοῦ λαλοῦντος ἐπίστευσαν «εἰς αὐτόν», οἱονεὶ πένητες ἐρχόμενοι ἐπὶ γαζοφυλάκιον, ἵν' ἐκεῖθεν 19.11.66 λάβωσιν ἃ ἐὰν δύνωνται καὶ ἃ ἐὰν μερισθῇ αὐτοῖς. πολλοὶ μὲν οὖν ἐπίστευσαν εἰς αὐτόν, οὐ πολλοὶ δὲ ἔγνωσαν αὐτόν, ἐπεὶ τῶν πεπι στευκότων εἰς αὐτὸν οἱ μένοντες ἐν τῷ λόγῳ αὐτοῦ, ἀληθῶς γινό μενοι μαθηταὶ αὐτοῦ, γνώσονται τὴν ἀλήθειαν· οὐχὶ δὲ οἱ πολλοὶ τῶν πεπιστευκότων εἰς αὐτὸν μένουσιν ἐν τῷ λόγῳ αὐτοῦ, οὐδὲ οἱ 19.11.67 πολλοὶ ἀληθῶς αὐτοῦ μαθηταὶ γίνονται. διόπερ οὐδὲ πολλοὶ γνώ σονται ἀλήθειαν, καὶ εἰ ἀλήθεια ἐλευθεροῖ, ἐλεύθεροι οὐ γίνονται· 19.11.68 σφόδρα γὰρ ὀλίγοι