1

 2

 3

 4

 5

 6

 7

 8

 9

7

μάχαιραν. Καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασιλεύς· ∆ιέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, τὸ ἥμισυ αὐτοῦ ταύτῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ὁ υἱὸς ἦν ὁ ζῶν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐν τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν· Ἐν ἐμοὶ, Κύριε· δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμοὶ, μήτε αὐτῇ ἔστω· διέλετε. Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπε· ∆ότε τὸ παιδίον τῇ εἰπούσῃ· ∆ότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό· αὕτη γὰρ μήτηρ αὐτοῦ. Καὶ ἤκουσε πᾶς Ἰσραὴλ τὸ κρῖμα ὃ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.» Εἴπερ γὰρ χρὴ περὶ τῶν φερομένων ἐν ταῖς Ἐκκλησίαις ἀποφαίνεσθαι χλευαστικῶς, μᾶλλον τὴν περὶ τῶν δύο ἑταιρῶν ἱστορίαν τῷ Φιλιστίωνος μίμῳ, ἢ τὴν περὶ τῆς σεμνῆς Σωσάννης ὁμοιῶσαι ἐχρῆν. Καὶ ὥσπερ οὐκ ἤρκει πρὸς πειθὼ τοῦ λαοῦ τὸ εἰπεῖν Σολομῶντα· «∆ότε τῇδε τὸ ζῶν παιδίον· αὕτη γάρ ἐστιν ἡ μήτηρ αὐτοῦ·» οὕτως οὐκ ἤρκει ἡ πρὸς τοὺς πρεσβυτέρους ἐπίπληξις τοῦ ∆ανιὴλ, μὴ προσπαραλαμβανομένου τοῦ ἐκ στόματος αὐτῶν ἐλέγχου· εἰπόντων μὲν ὑπό τι δένδρον αὐτὴν ἑωρακέναι κοιμωμένην μετὰ τοῦ νεανίσκου, μὴ μὴν συμφωνησάντων περὶ τοῦ τί δένδρον ἦν. Καὶ ἐπείπερ ὡς καταλαβὼν ἔφασκες ἐξ ἐπιπνοίας τὸν ∆ανιὴλ κεκρικέναι τὰ περὶ τοὺς πρεσβυτέρους, τάχα μὲν οὕτως ἐλέγχοντα, τάχα δὲ ἑτέρως, πρόσχες· καὶ ταῦτα παραπλήσια δοκεῖ μοι εἶναι τὰ κατὰ τὸν ∆ανιὴλ τῇ κρίσει τοῦ Σολομῶντος· περὶ οὗ μαρτυρεῖ ἡ Γραφὴ, ὅτι εἶδεν ὁ λαὸς, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίω- μα. Τοῦτο ἂν δύναιτο λέγεσθαι καὶ περὶ τοῦ ∆ανιήλ· ὅτι φρονήσεως οὔσης ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα, ἐκρίθη τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων. Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον-πρίσειν καὶ σχῖνον- σχίσειν· ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί τινες οἱονεὶ ἐτυμολογίαι αἵτινες παρὰ μὲν 11.77 Ἑβραίοις οἰκείως ἔχουσι, παρὰ δὲ ἡμῖν οὐχ ὁμοίως. Οὐδὲν οὖν θαυμαστὸν, ᾠκονομηκέναι τοὺς ἑρμηνεύσαντας τὰ περὶ τὴν Σωσάνναν ἀνευρεῖν ἤτοι σύμφωνον τῷ Ἑβραϊκῷ, οὐ γὰρ πείθομαι, ἢ ἀνάλογον τῷ συμφωνοῦντι τῷ Ἑβραϊκῷ ὄνομά τι παρώνυμον. Πῶς δὲ ἐν τῇ ἡμετέρᾳ Γραφῇ κεῖται τὸ τοιοῦτον, παραστήσομεν. Φησὶν ὁ Ἀδὰμ ἐπὶ τῇ γυναικὶ οἰκοδομηθείσῃ ὑπὸ τοῦ Θεοῦ ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρός· «Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.» Φασὶ δὲ οἱ Ἑβραῖοι «ἐσσὰ» μὲν καλεῖσθαι τὴν γυναῖκα· δηλοῦσθαι δὲ ἀπὸ τῆς λέ- ξεως τὸ «ἔλαβον,» ὡς δῆλον ἐκ τοῦ· «Χῶς ἰσουὼθ ἐσσά,» ὅπερ ἑρμηνεύεται· «Ποτήριον σωτηρίου λήψομαι·» «ἴς» δὲ τὸν ἄνδρα, ὡς φανερὸν ἐκ τοῦ· «Ἐσρὴ ἀΐς,» ὅπερ ἐστί· «Μακάριος ἀνήρ.» Κατὰ μὲν οὖν Ἑβραίους ἲς καὶ ἐσσὰ ἀνδρὸς, ὅτι ἀπὸ ἲς ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Οὐδὲν οὖν θαυμαστὸν ἑρμηνεύσαντάς τινας τὸ περὶ Σωσάννης Ἑβραϊκὸν, ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, πάλαι παρ' αὐτοῖς κείμενον, καὶ παρὰ τοῖς φιλομαθεστέροις καὶ φιλαληθεστέροις σωζόμενον, ἤτοι κυρίως ἐκδεδωκέναι τὰ τῆς λέξεως, ἢ εὑρηκέναι τὸ ἀνάλογον τοῖς κατὰ τὸ Ἑβραϊκὸν παρωνύμοις, ἵνα δυνηθῶμεν οἱ Ἕλληνες αὐτοῖς παρακολουθῆσαι. Καὶ γὰρ ἐπ' ἄλλων πολλῶν ἔστιν εὑρεῖν οἰκονομικῶς τινα ὑπὸ τῶν ἑρμηνευσάντων ἐκδεδομένα· ἅπερ ἡμεῖς τετηρήκαμεν συνεξετάζοντες πάσας τὰς ἐκδόσεις ἀλλήλαις. 11.80 Πρὸς τούτοις ἐπαπορεῖς αὐταῖς λέξεσι· «Πῶς αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι, καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστόρηται, τῶν παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν, καὶ τῶν θυγατέρων εἰς παλλακὰς, ὡς προπεφήτευτο, οἵδε περὶ θανάτου ἔκρινον, καὶ ταῦτα τῇ τοῦ βασιλέως αὐτῶν γενομένῃ γυναικὶ Ἰωακεὶμ, ὃν σύνθρονον πεποίητο ὁ Βαβυλώνιος βασιλεύς; Εἰ δὲ οὐχ οὗτος, ἄλλος δὲ τοῦ λαοῦ Ἰωακείμ· πόθεν τοιαύτη κατάλυσις αἰχμαλώτῳ περιῆν, καὶ παράδεισος ἀμφιλαφὴς ἦν; πόθεν δὲ λαβὼν ἔλεγες τό·