ἐπιτραφήονται πρὸ Κύριον πάντα τὰ πέρατα τῆ γῆ. ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸ τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. [i 18-20] εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερ βάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν. [Ὠριγένους] ἡ κλῆσις τοῦ Θεοῦ ἐλπίδα ἔχει, ἣν χρὴ γνῶναι ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις. ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται τὸ πνεῦμα τῆς σοφίας καὶ τῆς ἀποκαλύψεως, αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις καὶ θεωρήσει τὰ ἐλπιζόμενα, ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν. ζητήσεις δὲ εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία, ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ, ἵνα, ὥσπερ λέγομεν κληρονόμους χωρίων καὶ κληρονόμους οἰκιῶν τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος τοῖ δὲ υἱοῖ Λευῒ οὐ δώει κλῆρον ἐν μέῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι ἐγὼ μερὶ αὐτῶν, λέγει Κύριο, καὶ ἀλλαχοῦ Κύριο κληρονομία αὐτῶν. γίνεται τοίνυν ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας τοῦ Θεοῦ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ Λόγου αὐτοῦ χωρησόντων ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν εἰς τὸ εἰδέναι τί ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστεύοντας ἀπ' αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ, ἥτις κράτος ἰσχύος αὐτοῦ παρὰ τῷ Παύλῳ νῦν ὠνό μασται· ταύτῃ δὲ τῇ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. [i 20-23] καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομα ζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι, οὐχ ὡς καθεδρῶν τινων ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς ἐφ' ὧν καθέζεται ὁ πατὴρ καὶ ὁ υἱὸς ἐκ δεξιῶν τοῦ πατρός· οὕτω γὰρ νοοῦντες οὐκ ἂν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν. οὐδὲ γὰρ αὐτῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ καθεζομένῳ ἐν οὐ ρανῷ, ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸ θρόνο εἶναι δύνα ται, τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἠσαίας τί ἐμέτρηε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν πιθαμῇ καὶ πᾶαν τὴν γῆν δρακί; ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ νοητά, πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ, τῶν δὲ ἀσεβῶν πόρρω αὐτοῦ τυγχανόντων, περὶ ὧν φησὶν ὁ προφήτης ἰδοὺ οἱ μακρύνοντε ἑαυτοὺ ἀπὸ οῦ ἀπολοῦνται. ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ καὶ ὁ σωτήρ φησι τήει τὰ πρόβατα ἐκ δεξιῶν τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. ἀλλὰ καὶ τὸ καθίσας ἐν δεξιᾷ τοιοῦτόν ἐστιν «ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος,» καθ' ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ, ὁ ὑπεράνω πάντων γενόμενος Ἰησοῦς διὰ τὴν φιλάν θρωπον εἰς