προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ὁρᾷ προσ βαλὼν νοήσει τῇ ἑαυτοῦ, ὥσπερ κατ' ἐπιβολὴν ὄψεως ὁρᾶν λεγό μεθα τὰ ὁρατά. ὁρᾶται δὲ καὶ θεὸς οἷς ἐὰν κρίνῃ ὁραθῆναι ἀπο καλύπτων ἑαυτόν. εἰ γὰρ ἑώρα τις τὸν θεόν, οὕτως ἐθεώρει αὐτόν, ἵν' οὕτως εἴπω, οἷος καὶ ὅσος ἐστίν. ἐπεὶ δὲ μὴ αὐτὸς ὁρᾷ ἀλλὰ θεὸς ἑαυτὸν δείκνυσιν, ὡς οἷόν τέ ἐστιν τοῖς γενητοῖς παρέχει ἑαυτὸν εἰς κατανόησιν· καθὼς καὶ ὁ σωτήρ φησι· «Καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν». οὐ γὰρ εἶπεν· ἐκεῖνός με ἴδῃ, ἀλλ' ἐγὼ ἐμαυτὸν ἐκείνῳ ἐμφανίσω· καὶ αὕτη ἐστίν *** 17 Ὁ πρόδρομος κατὰ διαφόρους ἐπινοίας τοῦ σωτῆρος ὑπάρχων· ὡς θεοῦ προφήτης· ὡς φωτὸς λύχνος, προφωτίζων τοὺς ἐν νυκτὶ τῆς ἀγνοίας ὄντας καὶ προεθίζων τῆς
ψυχῆς τὸ ὄμμα πρὸς τὸ δυνηθῆναι καὶ τῷ μεγάλῳ φωτὶ προσδραμεῖν· 〚ὡς ἑωσφόρος ἡλίου προάγγελος τῆς μελλούσης ἐφ' ἡμᾶς διαυγάζειν ἡμέρας
κατασημαίνων τὴν ἄφιξιν〛 ὡς λόγου φωνή· ἀνάγκη γὰρ πρὸ λόγου φωνὴν γίνεσθαι. διό φησιν· «Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», βοῶντα λέγων τὸν λόγον, ἔρημον δὲ τὴν πρὸς τὴν θείαν διδασκαλίαν ἄγνωστον ψυχήν. πῶς γὰρ οὐκ ἔρημος, στερουμένη θεοῦ λόγου καὶ τῆς δηλούσης αὐτὸν φωνῆς; ἔργον δὲ τῆς φωνῆς σαφηνίζειν τὸ σημαινόμενον, ὅπως ἀσυγχύτως ἐπιβάλλειν δυνηθῶσιν τῷ δηλουμένῳ λόγῳ. τί δὲ προστάττει ἡ τοῦ βοῶντος φωνὴ τῇ ἐρήμῳ; «Εὐθύνατε, φησί, τὴν «ὁδὸν κυρίου». δηλοῖ δὲ ἡ ἔρημος πάντας τοὺς ἀγνοοῦντας τὸν μετὰ τὴν φωνὴν ἐρχόμενον. ὡς γὰρ ὁ βασιλέως προοδεύσας προσ τάττει τοῖς πρὸς οὓς ὁ βασιλεὺς ἔρχεται εὐθεῖαν ποιῆσαι τὴν ὁδὸν τῶν ἐρχομένων πρὸς τὴν τοῦ λόγου διδασκαλίαν,
〚οὕτως ὁ Ἰωάννης τοῦ λόγου. ὡς γὰρ φωνὴ λόγου προτρέχει, οὕτω καὶ τοῦ χριστοῦ, λόγου ὄντος, ὡς φωνὴ ὁ Ἰωάννης.〛 18 Τί δὲ βούλεται τὸ ὑπὸ Ἰωάννου λεχθέν· «Μέσος ὑμῶν ἕστηκεν «ὃν ὑμεῖς οὐκ οἴδατε», οὔπω τότε τοῦ Ἰησοῦ ὄντος ἐκεῖ; ἐν γὰρ τοῖς ἑξῆς λέγεται· «Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς «αὐτὸν» ὡς οὐκ ὄντα ἐκεῖ δηλονότι ὅτε ἔφασκε· «Μέσος ὑμῶν «ἕστηκε» μαρτυρῶν ὁ Ἰωάννης περὶ τοῦ φωτός. ᾔδει γὰρ ὅτι καὶ θεὸς λόγος ἦν· οὗτος δὲ παντὶ λογικῷ πάρεστι. καὶ ἐπεὶ ὑπονοεῖταί τισιν ἐν τῷ μεσαιτάτῳ ἡμῶν εἶναι τὸ διανοητικόν, ὅ τινες ἡγεμονι κὸν καλοῦσιν, ἐκεῖ δέ ἐστιν ὁ λόγος καθ' ὅν ἐσμεν λογικοί, ὁ αὐτὸς ὢν τῇ εἰκόνι τοῦ θεοῦ καθ' ἣν γέγονεν ὁ ἄνθρωπος κατ' εἰκόνα θεοῦ, δεικνὺς ὅτι ὁ τοῦ θεοῦ λόγος ἐστὶν ὁ μέλλων ἔρχεσθαι βαπτισ θῆναι ὑπ' αὐτοῦ, φησί· «Μέσος ὑμῶν ἕστηκεν» ἀγνοούμενος ὑφ' ὑμῶν· διὰ τοῦτο δὲ ὑμῖν ἀγνοεῖται, ἐπεὶ δέον ἔχοντας αὐτὸν μέσον ἐνεργεῖν τὰ ἐπιβάλλοντα ἠρεμοῦντα αὐτὸν καί, ἵν' οὕτως εἴπω, ἀνενέργητον ἔχετε παρ' ἑαυτοῖς, οὐδὲν πράττοντες ἢ νοοῦντες λο γικῶς. ταῦτα περὶ τῆς οὐσίας τοῦ λόγου εἰπὼν συνάπτει ἑξῆς καὶ τὰ περὶ τῆς ἐπιδημίας αὐτοῦ, λέγων· «Ὁ ὀπίσω μου ἐρχόμενος» μετὰ τὸν νόμον καὶ τοὺς προφήτας· ἐγὼ γάρ εἰμι σύμβολον καὶ τέλος ἐκείνων. ἔρχεται δὲ ὀπίσω μου πληρῶν πάντα τὰ προφητευ θέντα περὶ αὐτοῦ. ὀπίσω γὰρ καὶ μετὰ τὰ προαναφωνηθέντα ὁ προφητευόμενος ἔρχεται· «μέσος δὲ ὑμῶν ἕστηκεν», ὡς ἤδη ἀπο δεδώκαμεν, «οὗ οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος». «ἱμάντα δὲ ὑποδήματος» νοήσεις οὕτως. ὁ τοῦ θεοῦ λόγος ἃ εἰς ἀνθρώπους οἰκονομεῖ οὐ γυμνῇ τῇ θεότητι ἐνεργεῖ, ἀλλὰ μορφὴν δούλου λαβών, ὡς τὴν πορείαν αὐτοῦ τὴν κατὰ τὴν ἐνέργειαν τῆς οἰκονομίας κεκαλυμμένην εἶναι. τοῦτο γοῦν καὶ ἐν Ψαλμοῖς περὶ αὐτοῦ λέγεται· «Καὶ ἔκλινεν
οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ «τοὺς πόδας αὐτοῦ». 〚σκοτεινόν τι περὶ τὴν πορείαν αὐτοῦ διὰ τὸ ἀσαφὲς ὑπάρχειν.〛 ἱμὰς τοίνυν ὑποδήματος αὐτοῦ, τουτέστι τοῦ γνόφους τοῦ περὶ τοὺς πόδας αὐτοῦ, ὁ τῆς δυσκαταληψίας ἐστὶ λό γος, συσφίγγων καὶ συγκρατῶν τὸ ὑπόδημα περὶ τοὺς πόδας αὐτοῦ, ὡς λύσιν τοῦ ἱμάντος εἶναι τὸ σαφηνίσαι καὶ παραστῆσαι λόγῳ τίνα τρόπον θεὸς ἀνέλαβε σῶμα, σκεπάζων