πόνον 449 δηλοῖ, τὴν αἰτίαν ἐπήνεγκε· «καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Ἐφραῒμ ἐπ' αὐτούς». Αἱ γὰρ ἀγαθαὶ πράξεις βαρεῖαι ταῖς πονηραῖς ἄγαν δυνό μεσι βουλομέναις ἡμῖν ἐνοχλεῖν καὶ ὑποφόρους ἐργάζονται· τοσοῦτον ἰσχύουσιν. ὅρα δὲ τὸν Ἰησοῦν ἐπιεικῆ τε λίαν καὶ τῆς τοῦ Σωτῆρος ἐπωνυμίας ἐπάξιον. Μετὰ πάντας γὰρ λαμ 450.20 βάνει τὸν κλῆρον, οὐκ αὐτὸς ἑλόμενος, ἀλλὰ «τῶν υἱῶν Ἰσραὴλ δε δωκότων» αὐτῷ· καὶ ταῦτα Χάλεβ τοῦ σὺν αὐτῷ σωθέντος πρώτου λαβόντος τὸν κλῆρον. Καὶ ὁ εἰσαγαγὼν αὐτούς, ὁ διανείμας, ὁ πρῶ τος ἐν ἅπασιν, «ἔσχατος» λαμβάνει, ἵνα ὄντως γένηται «πρῶτος». Τοιοῦτον τό· «ταπείνου σαυτὸν ἔναντι Κυρίου καὶ εὑρήσεις χάριν», καὶ τό· «ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου· γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν». Λαβὼν δὲ μερίδα οἰκοδομεῖ τὸν τόπον, ὃν εἴληφεν, κοσμῶν αὐτόν, ὡς ἂν ποιήσειε κλῆρον ἄξιον μερίδος Θεοῦ. Καὶ πᾶς δὲ ὁ ἀληθὴς λαὸς δίδωσι τῷ ἀληθινῷ Ἰησοῦ τόπον 451 οἰκήσεως ἅμα αὐτῷ. Ὃν λαβὼν οἰκοδομεῖ καὶ κοσμεῖ κρείττονα ποιῶν ἢ παρέλαβεν ἕκαστον αὐτοῦ τόπον γενόμενον, ἐν ᾧ κατοικῶν ἐξαιρέ τως ***. «Καὶ προσήλθοσαν οἱ ἀρχιπατριῶ ται τῶν υἱῶν Λευΐ». Οὗτοι κληρονομίᾳ ἀρκοῦνται Θεῷ καὶ «δεκάτας» 452 λαμβάνουσι γῆς ὡς καὶ τῶν ἄλλων ἁπάντων. Ἔδει δὲ καὶ τούτους κατὰ κλήρους διανείμασθαι τὰ διδόμενα καὶ τὸ μὲν ἴσον πᾶσι διὰ τοῦ κληρωθῆναι φυλάττεσθαι, τὸ δὲ κατ' ἀξίαν· δι' ὧν οἱ κλῆροι κατὰ θείαν κρίσιν ἀνήγοντο τοῖς πρώτοις τὰ πρωτεῖα παρέχοντες καὶ τοῖς 453 ἄλλοις ἑξῆς, ὡς καὶ ἐν τοῖς Ἀριθμοῖς τάξει τινὶ περὶ τὴν σκηνὴν ἐστρατοπεδεύοντο οἱ ἐκ τοῦ «Καὰθ» καὶ «Γηρσὼμ» καὶ «Μεραρί». 454 Καὶ νῦν δὲ κατανοεῖν ἄξιον τῶν κλήρων τὴν ἄνισον ἰσότητα καὶ ἀναλογίαν καὶ τὴν πρὸς τὰς φυλὰς τῶν ἱερέων καὶ τῶν ἄλλων ἀνάκρασιν. Τεσσάρων γὰρ ὄντων κλι μάτων καὶ τῶν φυλῶν κατὰ ταῦτα διῃρημένων τὰς ἀνατολικὰς καὶ 455 πρώτας λαγχάνει «Καάθ»· ἔνθα καὶ ἡ τοῦ Ἰούδα τὰ πρῶτα φέρει τῶν φυλῶν ἡ τιμιωτάτη καὶ κατὰ τὴν ἁγίαν γῆν ἀκληρωτεὶ παρ' Ἰησοῦ πρώτη λαβοῦσα τὸν κλῆρον. Τὸν δὲ δεύτερον ἐν ἀνατολαῖς ἔλαχεν «ὁ Γηρσώμ», ὡς ἂν ὁ Καὰθ μὴ πᾶσαν λάβῃ τὴν ἀνατολήν, ἀλλὰ κρᾶ σίς τις ᾖ Λευϊτικῶν καὶ Ἰσραηλιτικῶν ταγμάτων· εἰ γὰρ πᾶσαν εἴλη φεν ὁ Καὰθ τὴν ἀνατολήν, ὕβρις ἦν τοῖς λοιποῖς. Νυνὶ δὲ κατὰ τὴν ἐκ Θεοῦ τῶν κλήρων δικαιοσύνην τοὺς «ἐν ἀνατολαῖς» «Ἰούδαν», «Ἰσσάχαρ», «Ζαβουλὼν» λαγχάνουσι «Καάθ», «Γηρσώμ», «Μεραρί», οἱ πρῶ τοι υἱοὶ τοῦ Λευΐ. Τοὺς δὲ «κατὰ λίβα Ῥουβὴν καὶ Συμεὼν καὶ Γὰδ» ἀπὸ «Καὰθ» κατὰ τὸν δεύτερον τόπον τὸν τοῦ «Συμεών», κατὰ δὲ τὸν πρῶτον «ὁ Μεραρὶ» τὸν «τοῦ Ῥουβήν». Πάλιν «ὁ Μεραρὶ» τὸν τρίτον «κατὰ ἀνατολὰς» ἐν Ἀριθμοῖς «τὸν Ζαβουλών», τῆς τοῦ Θεοῦ δικαιοσύνης μυστικῶς δηλούσης τὰ μέλλοντα τῆς τῶν ἐκεῖ κλήρων διανομῆς· Πάλιν «τῶν κατὰ θάλατταν Ἐφραῒμ καὶ Βενιαμὶν καὶ 456 Μανασσῆ» «ὁ Καὰθ» λαγχάνει τὸν δεύτερον «τὸν Βενιαμίν», «οἱ δὲ λοι ποὶ τοῦ Καὰθ» «τὸν Ἐφραΐμ», εἶτα «τοὺς ἀπὸ ἡμίσους φυλῆς Μανασσῆ» τοῦ ἐν τῇ ἁγίᾳ γῇ· εἶτα «Γηρσὼμ» πάλιν «τὸ ἥμισυ φυλῆς Μανασσῆ». Ἐπεὶ δὲ ἔδει καὶ τοὺς «ἀπὸ βορρᾶ» τιμηθῆναι τόπους τοῦ Ἰσραὴλ τοῖς τάγμασι τοῖς ἱερατικοῖς, ἵνα μὴ πλεονεκτηθῇ τὰ τελευταῖα τάγματα ὄντων «κατὰ βορρᾶν ∆άν, Νεφθαλίμ, Ἀσήρ», «Καὰθ ὁ κατὰ τοὺς λοιπούς», οὐχ ὁ κατὰ τοὺς ἱερεῖς, λαγχάνει τὸν πρῶτον καὶ τι μιώτερον τῶν «κατὰ βορρᾶν», «τὸν ∆άν», «ὁ» δὲ «Γηρσὼμ» τὸν δεύ τερον, «τὸν Ἀσήρ», εἶτα πάλιν «ὁ Γηρσὼμ» τὸν τρίτον, «τὸν Νεφ θαλίμ». Εἰ δὲ τῶν καθ' ἱστορίαν ἡ ποικιλία τὸν νοῦν καὶ τὴν μνήμην νικᾷ, τί δεῖ λέγειν περὶ τῆς τῶν μελλόντων οἰκονομίας; 460 «Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβήν». Ἀπολύονται οἱ πέραν Ἰορδάνου κληρονομήσαντες.Ὅταν γὰρ ἀπολαύωμεν τὰς ἐπαγγελίας οἱ ὑπὸ τῷ Ἰησοῦ στρατευόμενοι καὶ συγκάμωσιν ἡμῖν οἱ ὑπὸ Μωϋσέως λαβόντες τὴν κληρονομίαν, οὔπω δὲ κατοικήσαντες ἐν αὐτῇ, ἀπολύονται ἕκαστος εἰς τὰ ἴδια μετὰ τῶν τελῶν τῶν ὑπὸ Ἰησοῦ διδομένων, ὡς ἂν ἕκαστος κατοικήσῃ ἐν εἰρήνῃ παντὸς πολέμου καθαιρεθέντος. Οὗτοι δὲ καὶ μέγαν οἰκοδομοῦσι βωμὸν καὶ ἀπόστασιν