1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

7

φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν. Εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· καὶ τὰ ἑξῆς. Εἰ καὶ ἡ ἐκλογὴ γέγονε συγχωρηθεῖσα ἀπὸ τῆς ἐπιεικείας τοῦ Ἀβραὰμ τῷ Λώτ· παρατηρητέον, ὅτι ὁ μὲν ἐκλεξάμενος οὐκ ἀπολαύει τῆς αὐτοῦ ἐκλογῆς, ὁ δὲ παραχωρήσας εὐλογημένον ἔχει τὸ καταλελειμ μένον. Ὁ δὲ Θεὸς εἶπε πρὸς Ἀβρὰμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ' αὐτοῦ· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θά λασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν. Ἕπεται τοῖς κατορθοῦσι τὴν ἀρε τὴν ἡ παρὰ τοῦ Θεοῦ παράκλησις. Μετὰ δὲ παραχω ρῆσαι τῷ ἀδελφῷ τὴν αἵρεσιν, κἀκεῖνον τὸ κάλλιστον καὶ εὐφορώτατον ἐκλέξασθαι χωρίον, ἐπεφάνη ὁ Θεὸς τῷ Ἀβραὰμ, λόγοις παρακλητικοῖς καὶ χρησταῖς ὑποσχέσεσιν αὐτὸν ψυχαγωγῶν, μονονουχὶ λέγων· Γῆς ταύτης κατεφρόνησας τῆς ἐλαχίστης καὶ αἰσθητῆς· ἐγώ σοι δώσω τῶν πραέων τὴν γῆν τὴν ἐν χώρᾳ τῶν ζώντων. Ἀνάβλεψον γὰρ τοῖς τῆς διανοίας ὄμμασι, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· τόπος δὲ τοῦ δικαίου ἡ ἀρετὴ, ἀφ' ἧς τὰ ἐν ἐλπίσι καραδοκεῖ, καὶ τὰ ἀποκείμενα ἐν τοῖς οὐρανοῖς ἀπεκδέ 12.113 χεται. Εἰ γὰρ μὴ τοῦτο ἦν, πόσην εἰκὸς ἦν αὐ τὸν γῆν θεωρεῖν αἰσθητοῖς ὀφθαλμοῖς; ἢ ἕως τίνος ἀτενίσαι ἠδύνατο κύκλῳ περιθέων καὶ περιάγων τὴν ὄψιν; Ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδό μων. Ἵππον Σοδομῖται νῦν πρῶτον ὠνομασμένην ὡς φαῦλοι ἔχειν λέγονται. Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις, ἀπήγ γειλεν Ἀβρὰμ τῷ περάτῃ. Περάτης καλεῖται ὁ Ἀβραὰμ, ἐπειδὴ ἀπὸ τῆς Χαλδαίων χώρας δια περάσας τὴν Μεσοποταμίαν ἦλθεν εἰς τὰ μέρη τῶν Χαναναίων. Ἑρμηνεύεται δὲ καὶ τοῖς περὶ Ἀκύλαν Ἑβραῖος. Καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξα ριθμῆσαι αὐτούς· οὕτως ἔσται τὸ σπέρμα σου. Τὰ γὰρ γεννήματά φησι τῆς ψυχῆς τοῦ ἁγίου, καὶ πλήθει καὶ λαμπρότητι, ἅτε Θεοῦ συνεργήσαντος, τοσαῦτα καὶ τοιαῦτα γενέσθαι. Αὐτὰ παρίστησι τὴν θείαν εὐλογίαν. Εἶπε δέ· ∆έσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; καὶ τὰ ἑξῆς. Οὐκ ἦν κατὰ τὸν πιστεύσαντα πίστιν λελογισμένην αὐτῷ εἰς δικαιοσύνην ἀπιστεῖν, ὡς ἄν τις οἰηθείη. Ἀλλὰ μήποτε πιστεύσας πρότερον, νῦν καὶ γνῶσιν αἰτεῖ τὴν περὶ τῶν πεπιστευμένων. Οὐ νομοθετεῖ δὲ τῷ Ἀβραὰμ θύειν ὁ Θεὸς, ἀλλ' ἐπειδὴ οἱ παλαιότατοι τὰς ὁρκωμοσίας διὰ τούτων ἐβε βαίουν. Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Ἐτῶν υʹ δόσις, εἰς τὸ πληθυνθῆ ναι μὲν τοῦ Ἀβραὰμ τὸ σπέρμα, γενέσθαι δὲ τὰ γε νόμενα σημεῖα. Πῶς οὖν τὸ, Οὔπω ἀνεπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων; ἵνα δείξῃ, ὅτι εὐλό γως ἐκβάλλονται δι' ἁμαρτίας. Καὶ γὰρ ὅταν λέγει, Μετεμελήθην, οὐ τοῦτο λέγει ὃ πάσχει, οὔτε τοῦτο πάσχει ὃ λέγει, ἀλλὰ τὴν τοῦ γενομένου ἀτοπίαν παρ ίστησιν. Καὶ μετ' ὀλίγα· Ἔπειτα ἦσαν πάλαι ἐν μὲν Παλαιστίνῃ δίκαιοι, ὁ Μελχισεδὲκ καὶ ἄλλοι πολλοί. Οὐ γὰρ ἦν ἁπλῶς ἱερεὺς μὴ ὄντων τῶν πει θομένων. Οὔπω οὖν ἀναπεπλήρωνται ἀντὶ τοῦ, Οὔπω ἐκλέλοιπεν ὅσιος ἐξ αὐτῶν· οὔπω πεπλή ρωνται, καὶ τετελειωμένοι εἰσὶν ἁμαρτίαις. ∆έκα γὰρ δίκαιοι ῥύονται τὴν πόλιν· τότε δὲ οὐκ ὀλίγοι ἦσαν. Ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. ∆ιὰ τί δὲ περισσὰ ἔτη λέγει ὁ Ἀπόστολος λʹ, τά τε τῆς ∆ιαθήκης, ἣν ἐποιήσατο μετὰ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐξ Αἰγύπτου πορείας ἐν τῇ ἐρήμῳ, καὶ τῆς τοῦ νόμου δόσεως; Οὐ μάχεται τὰ ἐνταῦθα τοῖς ἐν τῇ Ἐξόδῳ γεγραμμένοις. Ἐκεῖ γὰρ εἴρηται, Μετὰ υλʹ ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ τῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υʹ φησίν. Ἀλλ' ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐῤῥέθη, ὡς πληρωθέντων τῶν 12.116 υʹ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υʹ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λʹ. Καὶ ἠτιμάσθη ἡ κυρία αὐτῆς ἐναντίον αὐτῆς. Ἐπίτηδες οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετὴ, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ· οὐ πάντως ὑπὸ τοῦ Ἀβραὰμ, ἀλλ' ἤτοι ὑπὸ τῆς παιδίσκης, ἢ τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν