τῶν εὐαγγελικῶν ἀναγνωσμάτων ἐποιοῦντο τὴν ἀκρόασιν, καὶ ἄλλα τινὰ ὧν μὴ θεῖος θεσμὸς ἐπεστάτει διεπράττοντο. ἀλλὰ ταῦθ' ἕκαστα πρὸς τὸ σεβάσμιον αὐτοῖς καὶ θεοφιλὲς μεταρυθμίσας, καὶ τὸ τῆς ἐκκλησίας δόγμα ἐκρατύνατο. οὐ γὰρ ἐδέοντο, φησὶν ὁ δυσσεβὴς οὗτος, τῆς τὸ θεῖον σέβας διορθούσης ὑφηγήσεως, ἐξ ἀρχῆς ἀπαρατρώτως τὸ ἑτεροούσιον πρεσβευόμενοι. 3.6 Ἐκ δὲ ταύτης τῆς μεγάλης Ἀραβίας εἰς τοὺς Αὐξουμίτας καλουμένους ἀπαίρει Αἰθίοπας, οἳ κατὰ τὰς πρώτας ὄχθας κατῴκηνται τῆς Ἐρυθρᾶς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσκολπιζόμενος ἐργάζεται πᾶσαν. ἡ μέντοι Ἐρυθρὰ ἐπὶ πλεῖστον μηκυνομένη, εἰς δύο τινὰς ἀπομερίζεται κόλπους. καὶ τὸ μὲν αὐτῆς ἐπ' Αἰγύπτου χωρεῖ Κλύσμα, καθ' ὃ τελευτᾷ τὸ ἐπώνυμον φέρον· δι' οὗ πάλαι καὶ τὸ Ἰσραηλιτικὸν φεύγοντες τοὺς Αἰγυπτίους, ἀβρόχῳ τὸ ῥεῖθρον διεπεραιώθησαν ποδί· τὸ δὲ ἕτερον μέρος ἐπὶ Παλαιστίνης ἔρχεται κατὰ πόλιν Ἀειλὰ ἐκ παλαιοῦ καλουμένην. ἀλλὰ τὰ ταύτης τῆς Ἐρυθρᾶς θαλάσσης ἐν ἀριστερῷ τοῖς ἔξωθεν Αὐξουμῖται κατέχουσιν, ἀπὸ τῆς μητροπόλεως οὕτω κληθέντες· Αὔξουμις γὰρ αὐτοῖς ἡ μητρόπολις. πρότεροι δὲ τούτων τῶν Αὐξουμιτῶν ἐπὶ τὸν ἐξωτάτω πρὸς ἀνατολὰς καθήκοντες Ὠκεανὸν παροικοῦσιν οἱ Σύροι, ταύτην τὴν κλῆσιν καὶ παρὰ τοῖς ἐκεῖσε φέροντες. Ἀλέξανδρος δὲ παρὰ τούτοις ὁ Μακεδὼν ἐκ τῆς Συρίας ἀναστήσας, ἐνταυθοῖ κατῴκισεν· οἳ καὶ νῦν ἔτι τῇ πατρῴῳ φωνῇ κέχρηνται. μέλανες οὖν εἰσι δεινῶς ἅπαντες, ὀξείας αὐτοῖς τῆς ἀκτῖνος τοῦ ἡλίου καθαπτομένης. παρὰ τούτοις ἥ τε ξυλοκασσία μάλιστα γίνεται καὶ ἡ κασσία καὶ τὸ κάσσαμον καὶ τὸ κιννάμωμον, καὶ δὴ καὶ ἐλεφάντων πλῆθος. Πρὸς μὲν τούτους ὁ Θεόφιλος οὐκ ἀφίκετο· τοῖς Αὐξουμίταις δὲ παραγεγονὼς καὶ τὰ ἐκεῖσε καταστησάμενος, τῆς ἐπὶ Ῥωμαίους ἀνακομιδῆς εἴχετο. πολλῆς δὲ τῆς τιμῆς παρὰ τοῦ βασιλέως μετὰ τὴν ἐπάνοδον ἀξιωθείς, πόλιν μὲν ἰδίαν ἐφορᾶν οὐκ ἐκληρώσατο· κοινὸν δ' ὥσπερ ἄγαλμα δι' ἀρετὴν τοῖς ὁμοδόξοις ἐβλέπετο. 3.7 Ὅτι ἐπὶ τῷ στόματι τῆς Περσικῆς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσέχων ἀποτελεῖ, μεγίστην τε οὖσαν καὶ ἔθνη κύκλῳ πολλὰ περιβαλλομένην, ἄλλοι τε μέγιστοι ποταμοὶ καὶ ὁ Τίγρης τοῖς ῥείθροις ἐμβάλλει· ὃς πρὸς ἀπηλιώτην καὶ κάτωθεν τῆς Ὑρκανίας θαλάσσης ἐν Κορδυαίοις μὲν τὰς ἐμφανεῖς ἀναδόσεις λαμβάνει παρὰ τὴν Συρίαν ἑλκόμενος, ἐπειδὰν δὲ γένοιτο κατὰ τὴν Σουσίδα γῆν, ἐνταῦθα τοῦ Εὐφράτου τὸ ῥεῖθρον αὐτῷ μιγνύντος, μέγας ἤδη τοῖς χεύμασι χωρήσας πρόεισι παφλάζων· ὅθεν αὐτόν φασιν καὶ τοῦ θηρίου τοῦ τίγρητος λαβεῖν τὸ ἐπώνυμον. πρὶν ἢ δ' ἐπὶ θάλατταν καταβαίνει, σχίζεται εἰς δύο μεγάλους ποταμούς· ἔπειτα δυσὶ τοῖς ἐσχάτοις στόμασιν ἀλλήλων διειργομένοις εἰς τὴν Περσικὴν θάλατταν ποιεῖται τὰς ἐκβολάς, γῆν ἐν μέσῳ πλείστην περιτεμνόμενος καὶ νῆσον αὐτὴν ποιῶν ποταμίαν τε ἅμα καὶ θαλαττίαν, ἣν ἔθνος ἐνοικεῖ τῶν Μεσηνῶν ἐπικαλούμενον. 3.8 Ὁ δὲ Εὐφράτης ποταμὸς ἐξ Ἀρμενίων κατὰ τὸ προφανὲς ἀνατέλλει, ἔνθα τὸ ὄρος ἐστὶν τὸ Ἀραράτ, ἔτι καὶ πρὸς Ἀρμενίων οὕτω καλούμενον, ἐφ' οὗ καὶ τὴν κιβωτὸν ἱδρυθῆναί φησιν ἡ γραφή· ἧς ἄχρι καὶ νῦν εἶναί φασιν οὐ μικρὰ λείψανα τῶν τε ξύλων καὶ τῶν ἥλων ἐκεῖσε σωζόμενα. ἐντεῦθεν καὶ ὁ Εὐφράτης ὀλίγος τὰ πρῶτα ῥυείς, προβαίνων ἀεὶ γίνεται μείζων, πλείστους ἐμβάλλοντας αὐτῷ ποταμοὺς εἰς τὴν ἑαυτοῦ προσηγορίαν συνεφελκόμενος. τὴν Ἀρμενίαν δὲ τήν τε μεγάλην καὶ τὴν μικρὰν διελθών, ἔπειτα πρόεισι, τέμνων μὲν πρότερον τὴν Συρίαν τὴν ἰδίως Εὐφρατησίαν καλουμένην, ἔπειτα μέντοι καὶ τὴν ἄλλην· καὶ ταύτην δὲ καὶ τὴν ἄλλην διαμειψάμενος, καὶ ἕλικα διασπῶν ὧν δίεισι ποικιλωτάτην κλασθείς, ὁπηνίκα τῇ Ἀραβίᾳ πελάσει, ἐνταῦθα δὴ κυκλοτερῶς κατ' ἀντικρὺ τῆς Ἐρυθρᾶς θαλάσσης παρενεχθεὶς καὶ χώραν οὐκ ὀλίγην ἐγκολπωσάμενος, ἔπειτα πρὸς καικίαν ἄνεμον ἐπιστρέφει τὸ ῥεῖθρον, ὅσπερ οὖν βορέου τε καὶ ἀπηλιώτου μέσος ἕστηκε. καὶ πρὸς τὸν Τίγρητα ποταμὸν ὁρμήσας οὐχ οἷός τέ ἐστιν αὐτῷ ὅλως συμμῖξαι, ἀλλὰ μοίραις τισὶν ἐν τῷ διὰ μέσου παραναλούμενος, τῇ ὑπολειπομένῃ, μεγίστῃ τε οὔσῃ καὶ ναῦς ἀνασχέσθαι