γὰρ πατὴρ οὐ κρίνει οὐδένα, παρέσχεν ἂν ὑπόνοιαν, ὅτι αὐτὸς ἐξέστη τῆς ἐξουσίας. διὰ τοῦτο δὲ τίθησι τὸ ἔδωκεν, ἵνα καὶ τὸν υἱὸν καὶ τὸν πατέρα ὁμοίως τιμήσῃ, τὸν μὲν ὡς δόντα, τὸν δὲ ὡς πᾶσαν εἰληφότα. πάλιν εἰ εἰπὼν τὸ ἔδωκεν οὐκ ἐπήγαγε τὸ πᾶσαν, ἀλλ' εἶπε μετασχεῖν ἔδωκε τῆς ἐξουσίας, ἐταπείνου τὸ ἀξίωμα τοῦ υἱοῦ. εἰπὼν δὲ τὸ ἔδωκεν καὶ ἐπαγαγὼν πᾶσαν τὴν κρίσιν καὶ ὅτι ὁ πατὴρ οὐδένα κρίνει, ἰσοτιμίαν λαμπρῶς ἔδειξεν. 32 Jo 5, 30 Τὸ καθὼς ἀκούω κρίνω τινὲς ἐξειλήφασιν, ὅτι παιδεύων ἡμᾶς μηδὲν πλέον τῶν φαινομένων καὶ λεγομένων ἐν ταῖς κρίσεσιν περιεργάζεσθαι καὶ <μὴ> ἐξ ὑπονοιῶν καὶ ἀνθρωπίνων λογισμῶν βλάπτειν καὶ λυμαίνεσθαι τοὺς κρινομένους, τὰ πολλὰ τῶν ἀνθρωπίνων λογισμῶν ὑπὸ φιλίας ἢ ἔχθρας τοῦ δικαίου παρέλκεσθαι καὶ παρασύρεσθαι δυναμένων. τούτου, φασίν, ἀπάγων ἡμᾶς ἔλεγεν, ὅτι καθὼς ἀκούω κρίνω. εἰ δὲ ἐγὼ ὁ καρδιογνώστης οὕτω δι' αὐτὸ καὶ ἐν τοῖς φαινομένοις καὶ λεγομένοις τὴν κρίσιν ποιοῦμαι μηδὲν περαιτέρω τούτων πολυπραγμονῶν, οὐδὲ ὑμᾶς χρὴ παρὰ τὰ ὁρώμενα καὶ φαινόμενα καὶ λεγόμενα ἄλλο τι περιεργάζεσθαι καὶ τοῖς οἰκείοις θαρρεῖν λογισμοῖς καὶ τούτοις ἐπιτρέπειν τὴν τῶν ἀδήλων κρίσιν. οὕτω μὲν οὖν τινες, οὐκ ἐμοὶ δοκοῦν. πρῶτον μὲν γὰρ πολλαχοῦ φαίνεται ὁ δεσπότης ὅτι οὐκ ἔκρινεν, καθὼς ἤκουεν, ἀλλ' ὡς καρδιογνώστης θεός, οἷον ὅτε τῇ γυναικὶ ἔλεγεν καλῶς εἴπας, ὅτι οὐκ ἔχεις ἄνδρα· πέντε γὰρ ἔχεις, καὶ ὅτε ἔλεγεν ἄρτι πιστεύετε, ἐλεύσεται ὥρα ὅτε πάντες ὑμεῖς διασκορπισθήσεσθε καὶ μυρία ἄλλα, ὅτι οὐδὲ προύκειτο αὐτῷ σκοπὸς ἐνταῦθα τοιοῦτος, ἀλλὰ περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ καὶ ἰσότητος καὶ ἐξουσίας καὶ τοιούτων. τί οὖν ἐστιν καθὼς ἀκούω κρίνω; καθὼς ἀκούω, φησίν, παρὰ τοῦ πατρὸς κρίνω; τοῦτ' ἔστιν ὥσπερ ἐκεῖνος κρίνει, οὕτω κἀγώ. ὥσπερ δὲ τὸ δείκνυσιν αὐτῷ καὶ τὸ δείξει αὐτῷ καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν θεοπρεπῶς ἐξειλήφαμεν, μᾶλλον δὲ ὥσπερ ταῦτα ἡ τοῦ λόγου ἀκολουθία θεοπρεπῶς ἐκλαβεῖν ἐκπαιδεύει καὶ ἀπαιτεῖ, οὕτω καὶ τὸ καθὼς ἀκούω κρίνω θεοπρεπῶς ἐκληφθήσεται· ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούΣονται οὐ τοῦ πατρός, ἀλλὰ τῆς τοῦ υἱοῦ φωνῆς εἰπὼν τοῦτο τὸ ὑψηλὸν καὶ θεοπρεπὲς περὶ αὐτοῦ, εὐθὺς ἐπήγαγεν καὶ ὃ εἰς τιμὴν συνετέλει τοῦ πατρὸς οἷον οὐκ ἀφῄρηται τὴν κρίσιν ὁ πατήρ, ἀλλ' ἐγὼ κρίνων σύμφωνον αὐτῷ ἐκφαίνω τὴν ψῆφον. 34 Jo 5, 31-34 Ἢ μᾶλλον ἄν τις εἴποι, ὅτι τὸ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ καὶ τὰ ἑξῆς, οὐκ ἔστιν κατὰ ἀπόφασιν οὐδ' ὡς ἐκ τοῦ δεσπότου προτεινόμενον, ἀλλ' ὡς ἐξ ἀντιθέσεως τῶν Ἰουδαίων καὶ παρ' ἐκείνων προαγόμενον· ἐπειδὴ γὰρ καὶ πολλὰ καὶ ὑψηλὰ εἶπεν ὁ δεσπότης περὶ ἑαυτοῦ, ὅτι ὁ μὴ τιμῶν αὐτὸν ὡς τὸν πατέρα οὐδὲ τὸν πατέρα τιμᾷ, ὅτι ὁ τὸν λόγον αὐτοῦ ἀκούων εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι οἱ νεκροὶ ἀκούοντες τῆς φωνῆς αὐτοῦ ζήΣονται καὶ τὰ τοιαῦτα. ἐπειδὴ οὖν ταῦτα λέγοντος ἐδάκνοντο οἱ Ἰουδαῖοι καὶ ἔμελλον λέγειν αὐτῷ· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία Σου οὐκ ἔστιν ἀληθής· τοῦτο γὰρ καὶ ἀλλαχοῦ πεποιήκασιν. ταύτην οὖν τὴν ἀντίθεσιν προλαμβάνων οὐδ' ἐπὶ ταύτῃ δείκνυσιν αὐτοὺς λόγον ἔχοντάς τινα, οἷον· ἐρεῖτέ μοι, φησίν, ὅτι ταῦτα λέγων ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ καὶ ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής, ἀλλὰ καὶ αὕτη ὑμῶν ἡ πρόφασις ἐκκέκοπται· οὐ γὰρ ἐγώ εἰμι μόνος ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, ἀλλὰ καὶ ὁ Ἰωάννης, ὃν ὑμεῖς ἐθαυμάζετε καὶ ἀξιόπιστον ἡγεῖσθε. καὶ τί λέγω Ἰωάννης; ἀλλὰ καὶ αὐτὸς ὁ πατὴρ διὰ τοῦ πνεύματος ἐμαρτύρησεν, οὗτινος ὑμεῖς οὔτε τῆς μαρτυρίας ἐγένεσθε ἀκροαταὶ οὔτε νῦν οὔτε πάλαι οὔτε ὀρθὴν ὑπόληψιν περὶ τῆς μακαρίας αὐτοῦ καὶ ἀκηράτου οὐσίας ἐκτήσασθε. καὶ ἐνταῦθα μὲν δι' ἐνστάσεως αὐτῶν τὴν νομιζομένην ἀντίθεσιν ἤλεγξεν. προϊὼν δὲ καὶ δι' ἀντιπαραστάσεως καταβάλλει αὐτὴν λέγων· εἰ καὶ ἐγὼ μόνος ἐμαρτύρουν περὶ ἐμαυτοῦ, οὐδὲ τοῦτο ὑμῖν ὤφειλεν εἶναι πρόφασις ἀπιστίας· οὐ γὰρ ὥσπερ τῶν ἀνθρώπων ἐστὶν ἡ περὶ αὐτῶν μαρτυρία ψευδής, ἀλλὰ παναληθεστάτη ἐστὶν ἡ ἐμή. 35 Jo 5, 31-34 Ἐὰν γάρ τις ὑπὲρ ἑαυτοῦ μαρτυρῇ ὅΣον