Fragmenta in epistulam ad Romanos (in catenis) 470 Rο+m1,1 Προέταξε τὸ Παῦλος, μηδὲ διαίρειν στόμα ἄνευ τοῦ μεμνῆσθαι τῆς δεσποτικῆς εὐεργεσίας βουλόμ

 διακονίας μὲν τῆς ἐμῆς, τῆς δὲ ὑπουργίας τῆς ὑμετέρας· ἵνα γὰρ μὴ 472 ἀκούσαντες ὅτι χαρίσματος ἔτι εἰσὶν ἐνδεεῖς, καὶ ὅτι δέονται στηριχθῆναι, ἔτι δυ

 καρποφορία. ἀλλ' οὕτω μὲν ταῦτα. Ἔστι δὲ καὶ μὴ καθ' ὑπερβατὸν τὸ χωρίον ἐκλαβομένους, ἀλλ' ὡς ἔχει τάξεως, παρειληφότας τοιοῦτον ἐν αὐτῷ θηρᾶσαι τὸν

 ζωὴ ἀληθινὴ τῷ δικαίῳ τὸ θάλλειν καὶ ἀναζῆν ἐν τῇ κτήσει τῶν ἀρετῶν, ὁ δίκαιος, φησίν, ἤτοι ὁ σπουδαῖος ἐκ πίστεως ζήσεται τὴν κατὰ τὰς ἀρετὰς ζωήν· ζ

 ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ τοσούτων ἀγαθῶν ἡμῖν προξενοῦν. Τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, καλυπτόντων, γνώμης πονηρίᾳ ἐπισκοτιζόντ

 ἧς οὐκ ἔστιν οὐδ' ἄξιον ὄνομα εὐπορῆσαι. ἀλλ' ὅτι μὲν ἀπὸ τῆς τοῦ κόσμου κτίσεως ἡ ἀΐδιος τοῦ θεοῦ δύναμις καὶ θειότης καθορᾶται, καὶ ὅτι γνόντες τὸν

 τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτο

 διὸ καὶ μείζονος ἄξιοι ἀποδοχῆς, καὶ μείζονα τὸν ἔλεγχον κατὰ τῶν μετὰ νόμου ἁμαρτανόντων ἐπάγονται. εἶτα ἐπειδὴ οὐ πάντες οἱ χωρὶς νόμου ἀγαθοεργοῦσι

 νόμον εἶπον ἀλλὰ τὰ δικαιοῦντα μόνα, ἅμα σοφῶς ὑπεμφαίνων ὅτι οὐ πάντα τὰ ἐν τῷ νόμῳ ἦσαν δικαιοῦντα, ἀλλὰ τὰ μὲν δικαιώματα ἦσαν καὶ ἐδικαίουν ὅσα συ

 δικαιοσύνης αὐτοῦ σαυτὸν ἔλεγες αἴτιον; τοῦτο γὰρ οἶμαι δηλοῦν αὐτὸν διὰ τοῦ εἰπεῖν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ἀντὶ τοῦ πῶς αὐτὸν δίκαιον ἔλε

 παραβαίνοντες, κἄν τε τῶν ἀκροβύστων εἶεν, κἄν τε τῶν ἐνπεριτόμων, τὴν ὁμοίαν τιμωρίαν ἑαυτοῖς ἐπισπάσονται. ὥστε οὐ μάχεται τὸ οὐδὲν προεχόμεθα καὶ τ

 σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδ

 κοινὸς ἐπιγνωσθῇ καὶ ἀνακηρυχθῇ πατήρ· τῶν μὲν ἀκροβύστων ὡς ἐν τῇ ἀκροβυστίᾳ καὶ πιστεύσας καὶ δικαιωθείς, τῶν δὲ ἐμπεριτόμων ὡς καὶ αὐτὸς περιτμηθεὶ

 πεφανέρωται καὶ ἑξῆς, καὶ δεῖ ἐπισκοπεῖν. δυνατὸν δὲ ταῦτα καὶ ἄλλαις ἐπιβολαῖς διασαφῆσαι, ὡς εἴρηται ἐν τῷ πλάτει. Rο+m4,17 Κατέναντι· ἐναντίον, ἐνώ

 γὰρ μυριάκις ἀποθάνοι, οὐ μέγα εἰσήνεγκεν· ὑπὲρ γὰρ εὐεργέτου, ὑπὲρ ἐραστοῦ, ἀλλ' οὐχ ὑπὲρ ἐχθρῶν καὶ πολεμίων ὡς ἐκεῖνος ἔπαθεν, καὶ ἡμῶν ἕκαστος πάσ

 περιθέμενοι. οὐ χρὴ τοιγαροῦν ἐν δισταγμῷ τὴν ἐλπίδα τῶν ἐπηγγελμένων ἔχειν, ἀλλὰ βεβαίαν καὶ ὡς παρόντων τῶν ἀγαθῶν, οὕτω καὶ χαίρειν καὶ δοξάζειν τὸ

 μήν γε νόμον εἰσαχθέντα ῥητῶς παραβαίνοντες. καὶ οἱ μὲν μέχρι Μωϋσέως οὕτως ἡμάρτανον, ἀπὸ δὲ Μωϋσέως μέχρι τῆς παρουσίας Χριστοῦ καθ' ὁμοιότητα τῆς τ

 ἀπόστολος ἐν τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν. ἔστιν 499 οὖν τὸ μὲν ἀλλ' οὐχ ὡς τὸ παράπτω

 ὁ ἐν ταῖς ἁμαρτίαις παλαιωθείς. οὗτος οὖν βαπτιζομένων ἡμῶν συσταυροῦται Χριστῷ καὶ ἀποθνήσκει, καὶ ἀνερχόμεθα ἀπὸ τοῦ βαπτίσματος καινοὶ καὶ πρόσφατο

 ἀλγυνόμενοι καὶ ἄκοντές τι πράττομεν, τὸ τῆς τυραννίδος καὶ δουλείας ὄνομα τιθέναι. οὕτω γοῦν καὶ ὁ Παῦλός φησιν ὅτι κατ' ἄνθρωπον λέγω τὸ ἐδουλώθητε

 ἀπατήσασα, ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας, ἡ δὲ ἐπιθυμία τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς

 ἀλλ' ὁ κρατηθεὶς καὶ κυριευθεὶς ὑπὸ τῆς ἁμαρτίας. αὐτὸς δὲ ἐμφαντικώτερόν φησιν· ἀλλ' ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· ὥσπερ γὰρ ὁ τὴν οἰκίαν ἐνοικῶν ἐκεῖνο

 ἐπιτίθεται τὸ κακόν. συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ· ὥστε κατὰ τοῦτο συμφωνεῖ μοι καὶ τρόπον τινὰ συμμαχεῖ, εἰ καὶ ἀσθενῶς ἔχει βοηθῆσαι· ἀντιστρατευο

 οὕτω λέγων· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς καὶ ἑξῆς. αὐτὸς δὲ ἐπειδὴ κοινὰ οἶδε τὰ τῆς εἰς ἡμᾶς οἰκονομίας ἔργα τοῦ Χριστοῦ, τὸ πνεῦμά φησι συμμαρτυρεῖ

 λόγων ἀποροῦμεν, μή τί γε ἔργων ἀμοιβῆς· τοσαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθέν φησιν· εἰ ὁ θεὸς ὑπὲρ ἡμῶν, τ

 τὸ ἀγαπᾶν τὸν Χριστὸν οὕτως ὥστε μήτε διὰ κολάσεως μήτε δι' ὑποσχέσεως πάσης ἀφίστασθαι τῆς ἀγάπης αὐτοῦ, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον οὕτως ὥστε τὴν σωτ

 εἶτα ἑξῆς λέγει καὶ τὰς αἰτίας. Αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι. αὐτὸς ἐγώ· οὐχ ἑτέρους, φησίν, ὑμῶν προτιμῶμαι εἰς τὸ προσελθεῖν τῷ Χριστῷ, ἀλλ' οὐδὲ ἐμὲ αὐτ

 πλασμάτων καὶ δούλων, μὴ τὰς αἰτίας ἀπαιτεῖν τὸν δημιουργὸν καὶ δεσπότην, ἀλλ' ἐπὶ πᾶσι τοῖς γινομένοις εὐχαριστεῖν αὐτῷ, κἂν οὐ κατείληφε τοὺς λόγους

 κοινὸν ὑπάρχον τοῖς ὁπωσδήποτε δημιουργοῖς λίαν ἐστὶν ἄτοπον καὶ ἀσεβὲς ἀφαιρεῖν ἀπ' αὐτοῦ. τί οὖν ἐστι τοῦτο; οὐδὲν τῶν δημιουργημάτων τὸν οἰκεῖον δη

 ἔργων; Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. ὁ μὲν Μωϋσαϊκὸς νόμος ἐδόθη προδιατυποῦντος θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος, τὸν δὲ εὐ

 τῶν πραγμάτων δείκνυσιν. Ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην. ἀπαιτεῖς λόγους, διὰ τί εἰς σπέρμα Ἀβραὰμ οἱ οὐκ ἐκ περιτομῆς λογίζονται, φησίν· διὰ τί

 ματαιοπονοῦντος λαβεῖν δι' ἔργων ὃ προῖκα παρέσχεν ἡ χάρις. Ἢ οὕτως· εἰ χάριτι, φησίν, οὐκέτι ἐξ ἔργων, ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνῄρηται ἡ χάρι

 ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς

 αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπε

 παραδεδομένης ἡμῖν ἀπὸ τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει· ἀλλὰ μεταμορφοῦσθε, τοῦτ' ἔστιν ὅτι δεῖ ὑμᾶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτεύεσθαι. πολ

 τοιαῦτα, ἀπειρίαν αὐτὸν τῶν τοιούτων ἔχειν ἐξ ὧν οὐδ' αὐτοὶ συνίσασιν, ὑπολαμβάνουσιν. εἰ δ' αὖ πάλιν τούτοις διὰ παντὸς ἐχρῆτο, ὁ ἀποστολικὸς χαρακτὴ

 κἀντεῦθεν, φησίν, ὑποτασσόμενος, οὐ μόνον ὅτι ἐντολὴν πληροῖς, ἀλλ' ὅτι καὶ τὸν θεὸν τιμᾷς, τιμῶν τὴν ὑπ' αὐτοῦ τεταγμένην ἐξουσίαν καὶ τὸν ταύτην χει

 καὶ διὰ τοῦτο μάλιστα· διὰ ποῖον; εἰδότες τὸν καιρόν, ὅτι συντέτμηται ὁ τῆς ζωῆς ἡμῶν χρόνος, καὶ δεῖ ἡμᾶς εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ

 ἡμέραν κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν κυρίῳ οὐ φρονεῖ. τοῦτο φανερὸν ἐκ τοῦ προειρημένου ἡμῖν ὅτι τοῦτο λέγει, ὅτι ὁ κρίνων καὶ λογιζόμενος

 τοῦτο τὸ μὴ βλασφημεῖσθαι τὸ ἀγαθὸν ὑμῶν, ἱκανόν ἐστιν εἰς τὸ πεῖσαι ὑμᾶς, τὴν ἔριν εἰς ἀγάπην καὶ ὁμόνοιαν διαλῦσαι· οὐ γάρ ἐστι τούτῳ παρορᾶν τὰ τῆς

 πᾶσάν τε τὴν οἰκουμένην πληρώσας διὰ τῶν πιστῶν. Rο+m15,13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος. ἐλπίδος ἐστί, φησί, θεὸς ὁ θεὸς ἡμῶν, ὥστε καλῶς ἐπεύχομαι ὑμᾶς· ἐλπ

 καὶ ὡς ὁ Πέτρος φησὶν ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος· καὶ ὅτι τὴν κρίσιν πᾶσαν ὁ υἱὸς ἔχει· καὶ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπ

 

τὰ παράνομα καὶ συνέτρεχον τοῖς πράττουσιν, καὶ ἐπειδ' ἄν τις ἁλοὺς ὑπό τινος ἐπὶ κρίσιν ἤγετο, αὐτοὶ ἐκαθέζοντο καὶ κατέκρινον ἐκεῖνον οὗ τὰ ἴσα αὐτοὶ ἔπραττον καὶ ᾧ εἰς τὸ πράττειν συνέτρεχον, καὶ ὅμως κατέκρινον αὐτόν. οὕτως ᾔδεισαν ὅτι ἁμαρτάνουσιν, ὥστε πολλῷ μᾶλλον ἑαυτοὺς προκατέκρινον. Rο+m2,6-8 Ἀπὸ κοινοῦ τὸ ἀποδώσει· ὃς καὶ ἀποδώσει· ἀποδώσει γὰρ τοῖς μὲν τὰ ἀγαθά, τοῖς δὲ ἀποδοθήσεται θυμὸς καὶ ὀργὴ καὶ τὰ ὅμοια. ἔστι δὲ διπλοῦν τὸ σχῆμα τοῦ λόγου· καὶ ἀπὸ κοινοῦ γὰρ καὶ ζεῦγμα. σκόπει δὲ ὅτι τὰ μὲν ἀγαθὰ ἀποδώσει, φησί, τὴν δὲ κόλασιν οὐκ ἀποδώσει ἀλλ' ἀποδοθήσεται· καὶ οὐδὲ τοῦτο κατὰ λέξιν εἶπεν, ἀλλ' ἀφῆκεν συνεπινοηθῆναι. οὕτως οἶδε τὸ μὲν δικαιοῦν καὶ σώζειν οἰκεῖον θεοῦ, τὸ δὲ τιμωρεῖν αὐτὸν καὶ κολάζειν ἀπὸ τῆς τῶν ἁμαρτανόντων πωρώσεως καὶ τοῦ μὴ μετανοεῖν καὶ ἐπιστρέφειν. Rο+m2,15-16 Τὸ μεταξὺ ἀλλήλων τῶν λογισμῶν καθ' ὑπερβατὸν εἴρηται· ἐφεξῆς γάρ ἐστι τοῦ οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· ἑρμηνεία γάρ ἐστι, πῶς οἱ μὲν οὐ δικαιοῦνται, οἱ δὲ δικαιοῦνται. καί φησιν ὅτι οὐ δεομένου τοῦ κριτηρίου μαρτύρων, οὔ τινων ἔξωθεν ἀποδείξεων, ἀλλ' οἴκοθεν ἐξ αὐτῶν τῶν λογισμῶν καὶ ἡ ἁμαρτία παρίσταται καὶ ἡ ἀρετὴ ἐπίδηλος γίνεται. διὸ κἂν οἱ ἄνθρωποι 481 ἐνταῦθα ἀθῳῶσιν, οὐ δεῖ τούτοις θαρρεῖν· οὐδὲν γὰρ ἐκείνους ὠφελήσουσιν. κἂν πάλιν κατακρίνωσιν, οὐ χρὴ φροντίζειν· οὐδὲν γὰρ ἐκεῖ βλάψουσιν, ἀλλ' ἀρκεῖ καὶ εἰς κατάκρισιν καὶ εἰς ἀθῴωσιν ἡ τῶν οἰκείων λογισμῶν συναίσθησις καὶ μαρτυρία. διὰ τί δὲ εἰπὼν κατηγορούντων τῶν λογισμῶν, οὐκ εἶπε καὶ δικαιούντων; οὕτω γὰρ ἂν ἐδηλοῦντο οἱ κολαζόμενοί τε διὰ τοῦ κατηγορούντων, καὶ οἱ σωζόμενοι διὰ τοῦ δικαιούντων. νῦν δὲ ὡς ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ προτρέπεται νοεῖν ἡ ἀκολουθία, καὶ τὸ κατηγορούντων καὶ τὸ ἀπολογουμένων. φαμὲν οὖν ὅτι οὐ δεῖ ἐπὶ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἀμφότερα λαβεῖν, ἀλλὰ κατηγορούντων μὲν τῶν λογισμῶν ἐφ' ἑτέρων ἤτοι τῶν κολασθησομένων, ἀπολογουμένων δὲ ἐφ' ἑτέρων ἤτοι τῶν σωθησομένων. διὰ τί οὐκ εἶπεν· δικαιούντων καὶ κατακρινόντων; ὅτι οὐ δικαιοῦσιν οὗτοι οὐδὲ τιμωροῦνται, ἀλλὰ κατηγοροῦσι μὲν ἢ ἀπολογοῦνται· τὴν δὲ κρίσιν τῆς τιμωρίας ἢ τῆς δικαιώσεως ὁ κριτὴς ἐπάγει. καλῶς οὖν φησιν· τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων. Πάλιν ἔστιν εἰπεῖν· τί οὖν; πῶς ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος; τὸ γὰρ κατηγορούντων εἴρηται, ὅτι ἐπὶ τῶν κολασθησομένων δεῖ λαβεῖν, τὸ δὲ ἀπολογουμένων ἐπὶ τῶν δικαιωθησομένων καλῶς εἴρηται. πῶς οὖν ἀπολογοῦνται μηδενὸς κατηγοροῦντος; κατηγοροῦσι καὶ ἐνταῦθα οὐ γάρ ἔστιν, οὐκ ἔστιν ἄνθρωπον ἄνευ ἁμαρτίας ἐκεῖθεν ὀφθῆναι , ἀλλ' ἡ κατηγορία, ἐπεὶ οὐκ ἔστι βάρος ἔχοντα καὶ ὄγκον τὰ ἁμαρτήματα, οὐκ ἔστι σφοδρὰ οὐδὲ ἀπαράγραπτος· ἀλλ' ἀπολογίαν προάγουσι πρὸς αὐτὴν οἱ λογισμοί, τὸ εὐόλισθον τῆς φύσεως, τὸ ἀσθενές, τὴν τοῦ θεοῦ φιλανθρωπίαν, τὸν ἔλεον. καὶ παύεται μὲν ἐκείνη, νικᾷ δὲ ἡ ἀπολογία. ἀπὸ τῆς ἀπολογίας οὖν εἰσιν, κἂν ἡ κατηγορία προηγήσατο, ἄξιοι οὗτοι σημαίνεσθαι. ἐπειδὴ δὲ ἐν τοῖς ἀπολλυμένοις ἄτοπα μὲν καὶ χαλεπὰ τὰ ἁμαρτήματα, σφοδρὰ δὲ καὶ ἀπαραίτητος ἡ κατηγορία, οὐδαμοῦ δὲ ἡ ἀπολογία, τίθησι πάλιν μόνον ἐπ' αὐτῶν τὸ κατηγορούντων. εἰσὶ δὲ συγγνωστὰ μὲν ἃ κατὰ λογισμοὺς ἡμάρτομεν, ἀσύγγνωστα δὲ ἃ μέχρι πράξεων παρειλκύσαμεν· καὶ πάλιν συγγνωστὰ μὲν ἃ διὰ μετανοίας καθηράμεθα, ἀσύγγνωστα δὲ οἷς μηδὲ τὸ διὰ ταύτης ἰατήριον καὶ τὴν θεραπείαν προσενηνόχαμεν. ∆ύναται δὲ καὶ ὡς ἔχει τάξεως ἡ λέξις, τοῦ ῥητοῦ ἡ διάνοια παραληφθῆναι, οἷον· οἱ μὲν τὸν νόμον λαβόντες καὶ τὸν νόμον καὶ τὴν συνείδησιν ἔχουσιν ἐφ' οἷς ἁμαρτάνουσι κατηγοροῦσαν. οἱ δὲ μὴ παρειληφότες, φησί, τὸν νόμον, πράττοντες δὲ ἀπὸ συνειδήσεως τὰ τοῦ νόμου, οὗτοι τὴν συνείδησιν προβάλλονται μάρτυρα τῆς ἀγαθοεργίας· ἵνα γὰρ μή τις εἴπῃ· οὐκοῦν κατὰ τύχην πράττουσι τὸ ἀγαθόν, εἰ μὴ 482 νόμῳ πράττουσιν, οὐμενοῦν, φησίν, ἀλλὰ μετὰ συνειδήσεως, διδάσκαλον ταύτην καὶ μάρτυρα ἔχοντες τῆς ἀγαθοεργίας.