ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν· μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι; Τῷ εἰπεῖν, Μὴ καὶ ὑμεῖς; ἔδειξεν, ὅτι τὸ Ἐγὼ ὁμολογεῖται. Ταύτην τὴν φωνὴν ἐχέτω πᾶς Χριστιανὸς ἀφ' Ἑλληνισμοῦ καταγόμενος. Ὅταν γάρ σοι συντύχοι Ἕλλην ἀρχαίαν ἔχων συνήθειαν πλάνης, καὶ εἴποι σοι, ὅτι Χριστιανὸς ἐγένου, εἰπὲ αὐτῷ, Ναί· μὴ καὶ σὺ θέλεις γενέσθαι; Ὁ σκοπὸς τοίνυν τοῦ ἀναβλέψαντος καὶ ψυχῇ καὶ σώματι, τοιοῦτος ἦν. Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετέ μου ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἀντὶ τοῦ, Τοσοῦτον ἀπέχετε τοῦ ἐμὲ μεταπεῖσαι, ὅτι καὶ ἐγὼ προσδοκῶ μᾶλλον ὑμᾶς μεταβληθέντας Χριστὸν αὐτὸν καθομολογῆσαι. Εἶτα τί πρὸς αὐτὸν οἱ Ἰουδαῖοι· Ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον· Σὺ εἶ μαθητὴς ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῇ ἐλάλησεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἐννόησον τὸ πλῆθος τῶν ἀντιλεγόντων, καὶ τὴν δύναμιν ἑνὸς τοῦ ἀνθεστηκότος. Καὶ οὐκ ἐσιώπησε πάλιν ὁ συνήγορος τῆς ἀληθείας, ἀλλ' 59.549 ἵστατο, Ἐν γὰρ τούτῳ θαυμαστόν ἐστι, λέγων, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστὶν, καὶ ἠνέῳξέν μου τοὺς ὀφθαλμούς. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Εἰστήκει ἀγωνιζόμενος, καὶ ὁ Θεὸς ἐπόπτης καὶ βραβευτής· πολλοὶ δεινοὶ καθ' ἑνὸς ἰσχυροῦ, νέφος ἄπιστον πρὸς μίαν σταγόνα πίστεως. Ἀπὸ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἐπειδὴ σεμνύνεσθε, φησὶ, τῇ Μωϋσέως διδασκαλίᾳ. Οὐ μνημονεύει μὲν Μωϋσέως τέως, ἵνα μὴ παροξύνῃ· λέγει δὲ, Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου, τουτέστιν, Τίς ἤνοιξεν ἄλλος προφήτης; οὐδὲ τὴν ὑπεροχὴν ὁρῶντες, οὐδὲ σύγκρισιν. Ὅσον δὲ οὗτος τῆς ἀληθείας ἀντείχετο, τοσοῦτον ἐκεῖνοι τῆς ἀναισχυντίας οὐκ ἐπαύοντο. Ἐπειδὴ ἀρνήσασθαι οὐκ ἐδύναντο, ἐσπούδασαν λοιπὸν καλύψαι, καί φασι· ∆ὸς δόξαν τῷ Θεῷ· οἴδαμεν ἡμεῖς, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ∆όξα Υἱοῦ ἡ δόξα Πατρὸς, καὶ ἀμέριστος ἡ δόξα. Ἀγωνίζεται ἔχων τὸν καλὸν ἀγῶνα πρὸς Ἰουδαίους. Λέγουσιν αὐτῷ, ∆ὸς δόξαν τῷ Θεῷ. Ποίῳ; Τοῦ νόμου τοῦ ἡμετέρου; Καὶ δίκαιόν ἐστι ἄλλον εὐεργετῆσαι, καὶ ἄλλον δοξασθῆναι; ∆ὸς δόξαν τῷ Θεῷ. Ἄλλος εὐεργέτης, καὶ ἄλλῳ δῶ δόξαν; Ὡμολόγησαν, ὅτι πηλὸν ἐποίησεν Ἰησοῦς, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς· ὁ ἀνοίξας ὁμολογεῖται, καὶ ἄλλῳ ἀνενέγκω τὴν δόξαν; ∆ιὰ τί δὲ δῶ δόξαν τῷ Θεῷ; Ὅτι τὸ ἔργον τοῦτο τοῦ Θεοῦ ἐστιν. Ἴδε οὖνἄκοντες ὁμολογεῖτε, ὅτι Θεὸς ὁ Χριστός. ∆ὸς δόξαν τῷ Θεῷ. Εἰ γὰρ τὸ ἔργον τοῦ Θεοῦ, καὶ ὀφείλεται αὐτῷ ἡ δόξα· ὁ ποιητὴς τοῦ ἔργου αὐτός ἐστι Θεός. ∆ὸς δόξαν τῷ Θεῷ. Ἡμεῖς οἴδαμεν, ὅτι ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη αὐτοῖς ὁ ποτὲ τυφλός· Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εʹ. Μέχρι τούτου ὡς ἐπαῤῥησιάσατο, ἐκέλευσαν αὐτὸν ἐκβληθῆναι ἔξω. Καὶ ἐξέβαλον αὐτὸν, φησὶν ὁ εὐαγγελιστὴς, ἔξω. Μακάριος ὁ ἀφορισθεὶς συναγωγῆς πονηρευομένων. Καὶ ὅρα τί γίνεται. Ἐπειδὴ ἠγωνίσατο τὸν καλὸν ἀγῶνα, καὶ συνηγόρησε Θεοῦ δόξῃ, καὶ τὸν Σωτῆρα ὡμολόγησεν ἐνδόξως μετὰ πολλῆς τῆς παῤῥησίας· καὶ ἦν αὐτοῦ τὸ θέατρον πεπληρωμένον τῶν παλαισμάτων, ἐξεβλήθη ἔξω ὁ παλαιστὴς, μὴ λαβὼν τὸν στέφανον, καὶ ἀπαντᾷ αὐτῷ ἔξω ὁ βραβευτής. Ἤκουσε γὰρ, φησὶν, ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν λέγει αὐτῷ. Ὢ τῆς ῥήσεως τοῦ εὑρόντος αὐτόν· ὃν ἀπόλλυσιν ἡ πλάνη, εὑρίσκει ἡ ἀλήθεια. ∆ιὰ τί δὲ αὐτῷ ἀπήντησεν; Εἶδεν ὁ Σωτὴρ ψυχὴν εὐγνωμοσύνης γέμουσαν· εἶδε ψυχὴν μηδέπω γνωσθεῖσαν ὑπὲρ Θεοῦ λέγειν, ἀλλὰ νομίζουσαν ὑπὲρ προφήτου τινὸς πιστοῦ· ἐρωτᾶται γὰρ περὶ τοῦ Χριστοῦ. Καὶ τί λέγει περὶ αὐτοῦ; Ὅτι προφήτης ἐστίν. Ὁ δὲ Σωτὴρ τοῦτο εἶπεν· Εἰ προφήτην νομίζων, καὶ ἄνθρωπον ὑπονοῶν, οὕτως ἀγωνίζεται, τί οὐ ποιήσει, ἐὰν μάθῃ τὴν δόξαν τῆς θεότητος; Εἰ ἄνθρωπον ὑπονοῶν, καὶ προφήτην ὀνομάζων τοσαύτην ἤνεγκεν ὑπὲρ ἀληθείας συνηγορίαν, καὶ ἀγῶνα τηλικοῦτον ἀνεδέξατο μηδέπω κατηχηθεὶς, ἀλλ' ἀπὸ μόνης τῆς εὐεργεσίας