πολυθεΐας ἀπεσπασμένους, τοὺς ἀπὸ κακίας συνειλεγμένους, τοὺς ἀπὸ πορνείας καὶ μοιχείας συνηθροισμένους, οὐ προσέθηκε τὸ ἄκρον τῆς ἀρετῆς, ἀλλ' ὡς ἦλθεν εἰς τὴν οἰκουμένην πεπληρωμένην πορνείας καὶ μοιχείας, ἠθέλησε καὶ ποιμένας καταστῆσαι τῆς οἰκουμένης, ἐπειδὴ τότε ἐσπάνιζε τὰ καλὰ τῆς ἀρετῆς, καθιστῶν ἐπισκόπους, Τίτῳ λέγει· Κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος. Τὸ, Ἄμεμπτος, οὐκ εἶχε τότε χώραν, ἐπειδὴ, ὡς προεῖπον, ἐσπάνιζεν ἀκμὴν τὰ τῆς εὐσεβείας. Μέγα τὸ ἄμεμπτον, μέσον δὲ τὸ ἀνέγκλητον· μέγα δὲ ἐν κακοῖς καὶ τὸ μικρὸν ἀγαθόν. ∆ιὰ τοῦτο εἶπε· Μιᾶς γυναικὸς ἄνδρα. Οὐκ ἐπειδὴ τοῦτο νῦν φυλάττεται ἐν τῇ Ἐκκλησίᾳ· δεῖ γὰρ παντελεῖ ἁγνείᾳ καὶ ἁγιωσύνῃ ἐστέφθαι τὸν ἱερέα· ἀλλ' ἐπειδὴ τότε πρὸς τοὺς ἐν πορνείᾳ μέγα ἦν, λέγει· Κατάστησον ἐπισκόπους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ· οὐκ ἐπειδὴ νόμον ἔθηκε τοῦτο, ἀλλ' ἐπειδὴ τῇ πλάνῃ συνέγνω. Ἤδει γὰρ ὅτι ἀνθοῦντος τοῦ λόγου τῆς εὐσεβείας, εὐθαίρετον αὐτὴ ἡ φύσις ἕξει τὸ ἀγαθὸν, καὶ ἡ ἐκλογὴ γενήσεται τῶν κρειττόνων. Ἄμεμπτος, δίκαιος. Οὐ πρότερον οὖν ἔστι γενέσθαι δίκαιον, ἄμεμπτον μὴ γενόμενον. Ἀληθινός. Ὁ ἀληθινὸς τί βούλεται; Ὁ μὴ ἐσχηματισμένος τὴν ὄψιν, καὶ ἄλλην ἔχων τὴν κατάστασιν· ὁ μὴ σωφροσύνην σχηματιζόμενος, ἀκολασίαν δὲ ἐνδεδυμένος· ὁ μὴ τὴν δικαιοσύνην ἐν τῷ σχήματι δεικνύων, τὴν δὲ ἀδικίαν ἐν τῇ καρδίᾳ φέρων. Οὗτος ἀληθινὸς, καὶ εὐθέως θεοσεβής. Ὅταν γὰρ ἦ τὸ ἄμεμπτον, ὅταν τὸ δίκαιον, ὅταν τὸ ἀληθινὸν, τότε ἡ ἀληθὴς ἀπαρτίζεται θεοσέβεια. Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ἐπειδὴ πολλοὶ ἀπέχονται ἀπὸ πολλῶν ἁμαρτημάτων, πάντων δὲ οὐκ ἀπέχονται, τὸ ἄκρον πάλιν τῆς ἀρετῆς βουλόμενος ὑποθέσθαι, φησίν· Ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Ὅθεν καὶ ὁ ∆αυΐδ φησιν· Οἱ ἀγαπῶντες Κύριον, μισεῖτε πονηρά. Οὐ γὰρ οἷόν τε καὶ θεοσεβεῖν καὶ πονηρεύεσθαι. Ἐκτίθεται δὲ αὐτοῦ καὶ τὴν ὕπαρξιν, ὅτι εἶχε πρόβατα ἑπτακισχίλια, καμήλους τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους νομάδας πεντακοσίας. ∆ιὰ τί ταῦτα ἐκτίθεται; Οὐ τὸν πλοῦτον θαυμάζων τοῦ Ἰὼβ, 56.570 ἀλλὰ σοὶ τῷ ἀκροατῇ καταλιμπάνων τὸ πλῆθος τῆς οὐσίας, ἵν', ὅταν αὐτὸν ἴδῃς μετὰ ταῦτα γεγυμνωμένον τῶν ὑπαρχόντων, καὶ μὴ στένοντα, θαυμάσῃς, ὅτι τόσων στερούμενος ἀγαθῶν, οὐκ ἀθετεῖ τὸν εὐεργέτην. οὐχ ὑβρίζει τὸν ∆ημιουργόν. Ταῦτα τοίνυν ἐγράφη, οὐχ ἵνα τὸν πλοῦτον θαυμάσῃς, ἀλλὰ ἵνα τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπαινέσῃς τοῦ δικαίου, καὶ πρὸ ὀφθαλμῶν ἔχῃς πάντοτε τὸν φόβον τοῦ Θεοῦ. Ἡ δὲ ἀκολουθία τὴν θεωρίαν εἰς ἕτερον καιρὸν ταμιεύσεται. Ὁ γὰρ διάβολος, ἀδελφοὶ, ἐπειδὴ εἶδεν αὐτὸν πλουτοῦντα τούτῳ τῷ πλούτῳ τῷ προσκαίρῳ, καὶ ἐκ τούτου τοῦ πλούτου τοῦ προσκαίρου τὸν αἰώνιον πλοῦτον ταμιευόμενον, ἐνενόησεν, ὅθ' ὥσπερ πλουτοῦντι αὐτῷ συνεπλούτησεν ἡ δικαιοσύνη, οὕτω καὶ πτωχεύοντι συμπτωχεύσει καὶ ἀρετή. Πειρᾶται οὖν αὐτὸν γυμνῶσαι τῶν χρημάτων, ἵνα γυμνώσῃ καὶ τῶν πλεονεκτημάτων. Ἐνταῦθα δὲ προσεχέτωσαν ἀκριβῶς οἱ λέγοντες· Μὴ ὁ Ἰὼβ οὐκ ἦν πλούσιος; μὴ ὁ Ἀβραὰμ οὐκ ἦν πλούσιος; διὰ τί οὖν ὑποτίθης ἡμῖν ἀκτημοσύνην; Ἐρῶ κἀγὼ πρὸς σέ· Γενοῦ κατὰ τὸν Ἰὼβ πλούσιος, καὶ ἐπεύχομαί σοι πλείονα κτήσασθαι· γενοῦ κατὰ τὸν Ἀβραὰμ, καὶ πᾶσα ἡ γῆ συνεύξεταί σοι τοῦ πλούτου. Εἰπὲ καὶ σὺ, ὡς Ἰὼβ, Ἡ θύρα μου ἀνέῳκται παντὶ θλιβομένῳ· εἰπὲ, Ὤμους πενήτων ἐθέρμανα· εἰπὲ, Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων· εἰπὲ, Καὶ στόμα χήρας εὐλόγησέ με· καὶ πλούτει πλοῦτον ὃν θέλεις. Εὑρεθήσῃ γὰρ οὐ σαυτῷ πλουτῶν, ἀλλὰ τοῖς πένησιν οἰκονομῶν. Ἡ θύρα μου γὰρ, φησὶν, ἀνέῳκται παντὶ θλιβομένῳ. Μίμησαι τὴν ἀκρότητα ταύτης τῆς φιλοπτωχίας· ἔνδυσαι τὸν ζῆλον τῆς ὑπομονῆς· ἄνδρισαι κατὰ τῶν ἐναντίων· τὰ ἴσα φρόνησον. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Γένοιτο δὲ ἡμᾶς τὸν ζῆλον καὶ τὴν ὑπομονὴν ἔχοντας ἔναυλον, ἔχειν καὶ τὴν ἀκολουθίαν τῶν λειπομένων, καὶ ὑμᾶς παρ' ἡμῶν ἀπαιτεῖν τὰ λειπόμενα, καὶ ἡμᾶς ὑμῖν τιννύειν τῶν