πιστεύεται· ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσω, λέξω. Ἴστε δὴ καὶ τοὺς φιλοσόφους αὐτοὺς, ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται. Πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἰ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦ σώματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. Εἰ δὲ τοῦτο ἐστὶ, πῶς οὐ πολλῷ δικαιότερον ὑμᾶς, τοὺς τοῦ μεγάλου Θεοῦ θεράποντας καθεστῶτας, ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι; Ἐπισκεψώμεθα δὲ λογισμῷ μείζονι, καὶ πλείονι συνέσει τὸ ῥηθὲν ἐνθυμηθῶμεν, εἴπερ ὀρθῶς ἔχει δι' ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας, ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι, καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι' ἡμῶν, οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν; δημώδη ταῦτ' ἐστὶ, καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον, ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προσήκοντα. Ἀποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. Ὁ μέγας ἡμῶν Θεὸς ὁ Σωτὴρ πάντων κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν· ἐφ' οὗ τῇ προνοίᾳ, ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἰς τέλος ἐνεγκεῖν συγχωρήσατε, ὅπως ὑμᾶς τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρεσίᾳ καὶ νουθεσίας ἐνστάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπανάγοιμι. Ἐπειδὴ γὰρ, ὡς ἔφην, μία τίς ἐστι πίστις ἐν ὑμῖν, καὶ μία τῆς καθ' ὑμᾶς αἱρέσεως σύνεσις, τό τε τοῦ νόμου παράγγελμα, τοῖς δι' ἑαυτοῦ μέρεσιν εἰς μίαν ψυχῆς πρόθεσιν, τὸ ὅλον συγκλείει, τοῦτο ὅπερ ὑμῖν ἐν ἀλλήλοις φιλονεικίαν ἤγειρεν, ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνήκει, χωρισμόν τινα καὶ στάσιν ἐν ὑμῖν μηδαμῶς ἐμποιείτω. Καὶ λέγω ταῦτα, οὐχ ὡς ἀναγκάζων ὑμᾶς ἐξάπαντος τῇ λίαν εὐήθει, καὶ οἵα δήποτε ἐστὶν ἐκείνη, ζητήσει συντίθεσθαι· δύναται γὰρ καὶ τὸ τῆς συνόδου τιμίον ὑμῖν ἀκέραιον φυλάττεσθαι, καὶ ἡ αὐτὴ κατὰ πάντων κοινωνία τηρεῖσθαι, κἂν τὰ μάλιστά τις ἐν μέρει πρὸς ἀλλήλους ὑπὲρ ἐλαχίστου διαφωνία γένηται· ἐπεὶ μηδὲ πάντες ἐν πᾶσι ταὐτὸ βουλόμεθα, μηδὲ μία τις ἐν ἡμῖν φύσις ἢ γνώμη πολιτεύεται. Περὶ μὲν οὖν τῆς θείας προνοίας, μία τις ἐν ὑμῖν ἔστω πίστις, μία σύνεσις, μία συνθήκη τοῦ κρείττονος· ἃ δὲ ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κἂν μὴ πρὸς μίαν γνώμην συμφέρητε, μένειν εἴσω λογισμῶν προσήκει, τῷ τῆς διανοίας ἀπορρήτῳ τηρούμενα. Τὸ μέντοι τῆς κοινῆς φιλίας ἀπόρρητόν τε καὶ ἐξαίρετον, καὶ ἡ τῆς ἀληθείας πίστις, ἥτε περὶ τὸν Θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ, μενέτω παρ' ὑμῖν ἀσάλευτος· ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν. Ἀπόδοτε τῷ σύμπαντι λαῷ τὰς οἰκείας περιπλοκάς· ὑμεῖς τε αὐτοὶ, καθάπερ τὰς ἑαυτῶν ψυχὰς ἐκκαθάραντες, αὖθις ἀλλήλους ἐπίγνωτε. Ἡδίων γὰρ πολλάκις γίνεται φιλία μετὰ τὴν τῆς ἔχθρας ὑπόθεσιν αὖθις εἰς καταλλαγὴν ἐπανελθοῦσα. Ἀπόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας, νύκτας δὲ ἀμερίμνους, ἵνα κἀμοί τις ἡδονὴ καθαροῦ φωτὸς, καὶ βίου λοιπὸν ἥσυχος εὐφροσύνη σώζηται· εἰ δὲ μὴ, στένειν ἀνάγκη, καὶ δακρύοις δι' ὅλου συνέχεσθαι, καὶ μηδὲ τὸν τοῦ ζῆν αἰῶνα πραέως ὑφίστασθαι. Τῶν γάρ τοι τοῦ Θεοῦ λαῶν, τῶν συνθεραπόντων λέγω τῶν ἐμῶν, οὕτως ἀδίκῳ καὶ βλαβερᾷ πρὸς ἀλλήλους φιλονεικίᾳ κεχωρισμένων, ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν; ἵνα δὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἴσθησθε, ἀκούσατε. Πρώην ἐπιστὰς τῇ Νικομηδέων πόλει, παραχρῆμα εἰς τὴν ἑῴαν ἠπειγόμην τῇ γνώμῃ· σπεύδοντι δέ μοι πρὸς ὑμᾶς ἤδη, καὶ τῷ πλείονι μέρει σὺν ὑμῖν ὄντι, ἡ τοῦδε τοῦ πράγματος ἀγγελία πρὸς τὸ ἔμπαλιν τὸν λογισμὸν ἀνεχαίτισεν· ἵνα μὴ τοῖς ὀφθαλμοῖς ὁρᾷν ἀναγκασθείην, ἃ μηδὲ ταῖς ἀκοαῖς προσέσθαι δυνατὸν ἡγούμην. Ἀνοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ' ὑμᾶς ὁμονοίᾳ τῆς ἑῴας τὴν ὁδὸν, ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατε. Καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν χαίροντας, καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμονοίας τε καὶ ἐλευθερίας ὀφειλομένην χάριν, ἐπ' εὐφήμοις λόγων συνθήμασιν, ὁμολογῆσαι τῷ