1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

τῶν ὑποστάσεων ἐσήμανε· τὸ δὲ ἐπαγαγεῖν, «ἐσμὲν ἓν,» τὸ τῆς δυνάμεως ἐδήλωσεν ἀπαράλλακτον· 75.1165 ὧν τοίνυν ἴση ἡ γνῶσις, καὶ ἡ δύναμις, καὶ ἡ βού λησις, τούτων δηλονότι καὶ ἡ φύσις μία, κἂν ἀναι σχυντῶσιν οἱ δυσφημοῦντες.

ΙΓʹ. Ὅτι πολλαχόθεν ἔστι μαθεῖν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα. Ὅτι δὲ τὰ

αὐτὰ δύναται τῷ Πατρὶ καὶ [ὁ Υἱὸς], μαθεῖν ἔστιν ἑτέρωθεν· ποτὲ μὲν γὰρ, «Ὁ Πατήρ μου, λέγει, ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι·» ποτὲ δέ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» - «Οὓς θέλει» εἶπεν, οὐχ οὓς κελεύεται· οὓς βούλεται, οὐχ οὓς προστάσσεται· τὸ μὲν γὰρ δουλείας, τὸ δὲ δε σποτείας ἴδιον. Καὶ πάλιν ἑτέρωθεν· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε, καὶ γινώσκετε ὅτι ὁ Πατὴρ ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ὁρᾶτε πάλιν κἀντεῦθεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα· «Ὁ Πατὴρ γὰρ, φησὶν, ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ.» Ἐπὶ δὲ τοῦ μείζονος καὶ τοῦ μείονος τοῦτο εὑρεθῆναι ἀδύνατον· οἷόν τι λέγω· Πᾶσαν ὁμοῦ τὴν κτίσιν ὁρωμένην τε καὶ ἀόρατον ἐν ἑαυτῷ περιγράφει ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ ἐν τῇ χειρὶ κατέχει· «Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ, φησὶ, τὰ πέρατα τῆς γῆς,» Καὶ πάλιν· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας.» Καὶ ἀλλαχοῦ· «Τίς ἐμέτρησεν τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρα νὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Πᾶσαν μὲν οὖν, ὡς ἔφην, τὴν κτίσιν ἐν τῇ χειρὶ κατέχει τῶν ὅλων ὁ ποιητής· αὐτὸν δὲ ὑπὸ τῆς κτίσεως περιληφθῆναι ἀδύνατον· οὐκοῦν ἀμήχανον ὑπ' ἀλλήλων τὰ ἄνισα χωρηθῆναι· εἰ δὲ τοῦτο ἀληθὲς, ὥσπερ καὶ ἀληθὲς, χωρεῖ δὲ ὁ Υἱὸς τὸν Πατέρα, ὥσπερ ὁ Πατὴρ τὸν Υἱὸν, εὔδηλον ὁ τῆς ἀνισότητος λόγος ἐκβέβληται, καὶ ἰσότης ἐν Πατρὶ καὶ Υἱῷ γνωρίζεται.

Ι∆ʹ. Ἀπόδειξις, ἰσότιμον εἶναι τῷ Πατρὶ τὸν Υἱόν. Ταύτην δὲ αὖθις ἡμᾶς

αὐτὸς ὁ ∆εσπότης Χριστὸς ἀλλαχοῦ διδάσκει λέγων· «Ἐγώ εἰμι ἡ θύρα. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.» Καὶ ἑτέ ρωθεν· «Οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν ἐμὲ, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος ἀγάγῃ αὐτόν.» ∆ιδασκόμεθα δὲ ἐντεῦθεν, ὡς ὁμοίως καὶ ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ὁ Πατὴρ τῷ Υἱῷ προσάγει τοὺς σωζομένους. Ποῦ τοί νυν ἡ δουλοπρεπὴς τῶν αἱρετικῶν λειτουργία; ποῦ ἡ τῇ κτίσει πρέπουσα διακονία; ποῦ τῆς Πατρικῆς δε σποτείας καὶ [Υἱοῦ] δουλείας ἀνισότητα [ξοδ. ἀλλ' ἰσότητα] δείκνυσιν; Ἀκούομεν γὰρ ὡς νῦν ὁ Υἱὸς ποδηγεῖ πρὸς τὸν Πατέρα τοὺς σωτηρίας ἐφιεμένους· καὶ νῦν ὁ Πατὴρ τοῦτο ποιεῖ, καὶ τῷ Υἱῷ προσάγει τῆς πίστεως τοὺς τροφίμους.

ΙΕʹ. Ὅτι μία Πατρὸς καὶ Υἱοῦ ἡ φύσις. Καὶ μανθάνομεν ἐντεῦθεν Πατρὸς καὶ

Υἱοῦ τὸ ἰσό τιμον· τοῦτο δὲ καὶ ἑτέρωθεν ἔστι μαθεῖν, αὐτοῦ τοῦ Κυρίου διαλεγομένου πρὸς τοὺς Ἰουδαίους ἀκούοντας· πολλὰ γὰρ διεξελθὼν, ὕστερον ἐπήγαγε· «Κἂν ἐγὼ 75.1168 περὶ ἐμαυτοῦ μαρτυρῶ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμὶ, ἀλλ' ἐγὼ καὶ ὁ πέμψας με Πατήρ· καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γεγραμμένον ἐστὶν, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Ἔλεγον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· «Ποῦ ἔστιν ὁ Πατήρ σου; Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου· εἰ ἐμὲ οἴδατε, καὶ τὸν Πατέρα ᾔδειτε ἄν·» βαβαὶ πόση τῶν αἱρετικῶν ἡ παραπληξία! πόσην νοσοῦσιν ἐμ βροντησίαν οἱ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κληρονόμοι! πρὸς τῇ παραπληξίᾳ, πολλὴν ἔστιν ἰδεῖν ἐν αὐτοῖς ἐπανθοῦσαν ἀναισχυντίαν· τῆς γὰρ ἀποστολῆς ἄνω καὶ κάτω μνημονεύουσι, καὶ τὸν ἀπο στείλαντα τοῦ ἀποσταλέντος φασὶν εἶναι τιμιώτερον· τοσαύτην ἔχουσιν ἀμαθίαν τῶν Γραφῶν· καὶ οὐ λογί ζονται ὡς ὑπὸ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ εἰς τὴν