1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

7

ἐκδε χόμεναι τοὺς βουλομένους ἅπαντας." Προσθεὶς δὲ καὶ ἕτερα παραπλήσια, ἐπήγαγε· "Τοιαῦτα καὶ οἱ ἀπὸ Προδίκου ψευδωνύμως Γνωστικοὺς σφᾶς αὐτοὺς ἀναγορεύοντες δογματίζουσιν." Ζʹ. -Περὶ Βαλεντίνου. Ἐκ τούτων πασῶν τῶν αἱρέσεων ὁ Βαλεντῖνος λαβὼν ἀφορμὰς, τοὺς ἀπεράντους αὑτοῦ συν έθηκε μύθους. Συνεστήσατο δὲ τὴν αἵρεσιν ἐπ' Ἀντω νίνου τοῦ πρώτου. Ὑπέθετο δὲ πρῶτον Αἰῶνα τέ λειον, ὃν καὶ Προαρχὴν, καὶ Προπάτορα, καὶ Βυθὸν καλεῖ· Ἔννοιαν δέ τινα συνυπάρχειν αὐτῷ, Χάριν καὶ Σιγὴν καλουμένην. Τοῦτον ἔφησεν ἐπὶ αἰῶσιν ἀπείροις τὴν ἡσυχίαν ἀσπάσα σθαι· χρόνῳ δὲ ὕστερον ἐξ ἀμφοτέρων τὸν Νοῦν γε νέσθαι καὶ τὴν Ἀλήθειαν. Μονογενῆ δὲ τὸν Νοῦν ὀνομάζουσι. Τὰς δὲ δύο ταύτας συζυγίας Πυθαγορικὴν ὀνομάζουσι τετρακτὺν, καὶ ῥίζαν πάντων καλοῦσιν. Ἐκ δὲ τοῦ Νοῦ καὶ τῆς Ἀληθείας προβληθῆναί φησι Λόγον καὶ Ζωήν· ἐκ δὲ τοῦ Λόγου καὶ τῆς Ζωῆς, Ἄνθρωπον καὶ Ἐκκλησίαν. Τὰς δὲ τέτταρας συζυγίας, ἀρχίγονον Ὀγδοάδα, καὶ ῥίζαν, καὶ ὑπόστασιν πάντων. Καὶ πρῶτον Αἰῶνα εἶναί φασιν, εἶτα τὸν Λόγον καὶ τὴν Ζωήν. Μετὰ τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας προβολὴν, ἄλλους προβαλεῖν Αἰῶνας δέκα, Βύθιον καὶ Μίξιν, Ἀγήρατον καὶ Ἕνωσιν, Αὐτοφυῆ καὶ Ἡδονὴν, Ἀκίνητον καὶ Σύγκρισιν, Μονογενῆ καὶ Μακαρίαν. Ἐκ δὲ Ἀνθρώπου καὶ τῆςἘκκλησίας ἕτεροι Αἰῶνες προεβλήθησαν δυοκαί δεκα, Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπὶς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, 83.356 Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία. Τούτους φασὶ τοὺς λʹ Αἰῶνας τοῖς μὲν ἄλλοις ἅπασιν ἀδήλους εἶναι, αὐτοῖς δὲ μόνοις γνωρίμους. Εἶτα πλεῖστα μυθολογήσας, ὥστε δεῖξαι τίμιον τὸν ὀκτὼ, καὶ τὸν δέκα, καὶ τὸν δυοκαίδεκα, καὶ τὸν τριά κοντα ἀριθμὸν, φησὶ τὸν Βυθὸν ἀνέφικτον εἶναι πᾶσι τοῖς ἐξ αὐτοῦ· φύντα καὶ ἰδεῖν αὐτὸν, καὶ τοῖς ἄλλοις δηλῶσαι, κατέσχεν ἡ Σιγὴ, καὶ τὴν ἐπι χείρησιν διεκώλυσεν. Ὁ δὲ τελευταῖος Αἰὼν, ὃν Σοφίαν καλοῦσι, τὸν αὐτὸν εἰσδεξάμενος πόθον, ἐπι τυχεῖν δὲ τοῦ ποθουμένου μὴ δυνηθεὶς, ἔτεκε, φησὶν, οὐσίαν ἄμορφον. Ἀλγήσασα δὲ ἐπὶ τῷ τοιούτῳ τόκῳ προσῆλθε τῷ Προπάτορι, καὶ τὸ πάθος ἐξήγγειλε· συνικέτευσαν δὲ αὐτῇ καὶ οἱ λοιποὶ Αἰῶνες, καὶ αὐτὴ μέν τινος συγγνώμης τετύχηκε. Τὸ δὲ ἄμορφον κύημα τὴν Ὕλην εἶναί φασιν, ἐκ τῆς ἀγνοίας, καὶ τῆς λύ πης, καὶ τοῦ φόβου, καὶ τῆς ἐπιπλήξεως φυεῖσαν. Προμηθούμενος δὲ ὁ Βυθὸς τὸ μὴ καὶ ἄλλον Αἰῶνα τῷ παραπλησίῳ πάθει περιπεσεῖν, τὸν Ὅρον προ βάλλεται οὐ μετὰ συζύγου θηλείας· τῶν γὰρ ἄλ λων Αἰώνων ἕκαστος τῷ θήλει συνέζευκται. Τοῦτον δὲ τὸν Ὅρον καὶ Σταυρὸν ὀνομάζουσι, καὶ ἕτερα δὲ μυθολογοῦσιν ὀνόματα. ∆ιὰ τοῦτόν φησι καὶ τὴν Σοφίαν καθαρθεῖσαν ἀπαλλαγῆναι τοῦ πάθους. Τὴν δὲ Ἐνθύμησιν ἐκείνην, ἣν καὶ Πάθος, καὶ ἄμορφον κύημα, καὶ Ὕλην ὠνόμασαν, πόῤῥω ταύτης ὁ Ὅρος ἀπέῤῥιψε. Μετὰ ταῦτά φησι τὸν Μο νογενῆ γνώμῃ τοῦ Πατρὸς προβαλέσθαι εἰς ἀσφά λειαν καὶ σύστασιν τῶν Αἰώνων, Χριστὸν καὶ Πνεῦμα ἅγιον· τὸν γὰρ Χριστὸν διδάξαι λέγουσι τοὺς Αἰῶνας, ὅτι ἀκατάληπτος ὁ Πατήρ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὴν κρείττονα ἰσότητα τοῖς Αἰῶσι κατ' αὐτοὺς ἐδωρήσατο. Τούτων δὲ οἱ Αἰῶνες τετυχηκότες, ὕμνη σαν μὲν τὸν Προπάτορα, κοινῇ δὲ τὰ κάλλιστα ὧν εἶχεν ἕκαστος συνεισενεγκάμενοι, προβάλλονται διὰ τούτων τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορεύουσι, καὶ Χριστὸν Λόγον. Σὺν αὐτῷ δὲ καὶ ἄλλους ἀγγέλους προὐβάλοντο, ὥστ' εἶναι δορυφόρους αὐτοῦ. Ταῦτα πάντα ἐντὸς Πληρώματος ὀνομάζουσιν. Ἐκτὸς δὲ Πληρώματος τὰ λεγόμενά ἐστι ταῦτα· Τὴν Ἐνθύμησιν τῆς Σοφίας ἐκείνης, ἣν καὶ ἄμορφον κύημα προσ ηγόρευσαν, καλοῦσιν Ἀχαμώθ· ἔξω δὲ τοῦ Πληρώμα τος