7
ἐκμυκτηριεῖ αὐτούς." Ὁ γὰρ ὑπ' αὐτῶν προσηλωθεὶς, καὶ θανάτῳ παραδοθεὶς, ἐν οὐρανοῖς ὢν, καὶ τὰ πάντα περιέχων, κενὰς αὐτῶν καὶ ματαίας δείκνυσι τὰς βουλάς. Καὶ ὁ τούτου δὲ Πατὴρ, καὶ τῶν ἁπάντων ∆εσπότης, τὴν ἀξίαν αὐ τοὺς εἰσπράξεται δίκην. εʹ. "Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς." Καὶ τού των δὲ τῶν ῥημάτων τὴν ἑρμηνείαν διδάσκει τῶν πραγμάτων τὸ τέλος· στρατιὰ γὰρ αὐτοῖς ἐπιστᾶσα Ῥωμαϊκὴ τήν τε πόλιν ἐπόρθησε, καὶ ἐνέπρησε τὸν νεὼν, καὶ αὐτῶν τοὺς μὲν πλείστους θανάτῳ παρέ πεμψε, τοὺς δὲ τὴν σφαγὴν ἐκφυγόντας ἐξανδραπο δίσασα, δουλείᾳ παρέδωκεν. Ἐπιστῆσαι δὲ προσήκει τὸν νοῦν, ὡς δύο προσώπων ἐφεξῆς μέμνηται· καὶ πρῶτον μὲν Κυρίου καὶ Χριστοῦ· "Κατὰ τοῦ Κυ ρίου γὰρ, ἔφη, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·" εἶτα κατοικοῦντος ἐν οὐρανοῖς, καὶ Κυρίου· "Ὁ κατοικῶν γὰρ ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς." Καὶ αὖθις δὲ τὸ αὐτὸ διετήρησε σχῆμα. ϛʹ. "Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ." Καὶ ἐνταῦθα δὲ στίξαι προσήκει, καὶ τότε ἐπαγα γεῖν, "Ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου." Οὐ γὰρ τοῦ Σιὼν ὄρους βασιλεύει μόνου, ἀλλ' ὁρατῶν καὶ ἀοράτων, καὶ πά σης τῆς κτίσεως. Ἐπὶ δὲ τοῦ Σιὼν ὄρους, καὶ τῆς Ἰουδαίας, τὴν θείαν αὐτοῦ διδασκαλίαν τοῖς προσ ιοῦσι προσήνεγκεν· οἱ δέ γε ταύτην δεξάμενοι μετωχέτευσαν εἰς ἅπασαν τὴν οἰκουμένην τὰ νά ματα, τοῖς θείοις αὐτοῦ πεισθέντες προστάγμασι. "Πορευθέντες γάρ, φησι, μαθητεύσατε πάντα τὰ ἔθνη." Τὸ δὲ, "ἐγὼ κατεστάθην βασιλεὺς ὑπ' αὐ τοῦ," ἀνθρωπίνως λέγει· ὡς γὰρ Θεὸς, ἔμφυτον ἔχει τὴν βασιλείαν· ὡς δὲ ἄνθρωπος, χειροτονητὴν δέχεται ταύτην· ὅτι δὲ ὡς Θεὸς ἄναρχον ἔχει τὸ κράτος, ὁ αὐτὸς διδάσκει προφήτης λέγων· "Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου." Τοῦτον δὲ 80.880 τὸν ψαλμὸν ὁ μακάριος Παῦλος εἰς τὸν Υἱὸν εἰρῆσθαί φησιν· ἀλλ' ὅμως καὶ ἔχει τὴν βασιλείαν ὡς Θεὸς, καὶ λαμβάνει ὡς ἄνθρωπος. Οὕτως ὕψιστος ὀνο μαζόμενος ὡς Θεὸς, ὑψώθη ὡς ἄνθρωπος. Καὶ ὁ μὲν ∆αβὶδ τὸ θεῖον ὕψος κηρύττων βοᾷ, "Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν." Καὶ ὁ Ζαχαρίας πρὸς τὸν Ἰωάννην, "Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ." Τὸ δ' ἀνθρώπινον ὕψος ὁ μακάριος Παῦλος διδάσκει λέγων, "∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα." Καὶ μὴν τὸ Υἱὸς μονογενὴς ὄνομα πρὸ τῶν αἰώνων εἶχεν ὁ Θεὸς Λόγος τῷ πράγματι συμφυές· ἀλλ' ὅμως ἔχων ὡς Θεὸς τὴν τοῦ Υἱοῦ προσηγορίαν, λαμβάνει αὐτὴν καὶ ὡς ἄνθρωπος. ∆ιὸ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐπή γαγε λέγων." ζʹ. "Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε." Ταύτην δὲ τὴν φωνὴν οὐκ ἄν τις, τῇ τοῦ θείου Πνεύματος διδασκαλίᾳ πειθόμε νος, τῇ θεότητι προσάψοι τοῦ ∆εσπότου Χριστοῦ. Περὶ γὰρ ἐκείνης ἀκούσωμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ ∆αβὶδ λέγοντος· "Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Ὡς ἄνθρωπος τοίνυν καὶ ταύτην δέ χεται τὴν φωνὴν, ὡς ἄνθρωπος καὶ τῶν ἐπαγο μένων ἀκούει. ηʹ. "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ὡς γὰρ Θεὸς, ποιητής ἐστι τῶν ἁπάν των· "Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐ τοῦ ἐγένετο οὐδέν·" καὶ "ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα." Εἰ ∆εσπότης ἐστι καὶ δημιουργὸς τῶν ὅλων, καὶ ∆εσπότης ἐστὶ καὶ Κύριος ὧν ἐποίησεν· ἀλλ' ὅμως καὶ φύσει ∆ε σπότης ὢν ὡς Θεὸς, λαμβάνει καὶ ὡς ἄνθρωπος τῶν ὅλων τὴν δεσποτείαν. Καὶ ἐπειδὴ πάλαι μόνον Ἰου δαίων ἐδόκει προμηθεῖσθαι, "Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου λαὸς Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·" ἀπεβλήθη δὲ οὗτος, ὡς οὐδεμίαν ὠφέλειαν ἐκ τῆς κηδεμονίας δεξάμενος· εἰκότως ἐπὶ τὰ ἔθνη μεταφέρει τὴν προμήθειαν, οὐδὲ πάλαι τούτων ἠμεληκὼς, τὴν δὲ Μωσαϊκὴν χρησμολογίαν πληρῶν· ἐκείνου γάρ ἐστι φωνὴ, "Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ." Ἔστι δὲ καὶ τὴν ἔκβασιν εὑρεῖν τῇ προῤῥήσει συμβαίνουσαν. Τοὺς γὰρ ἐξ Ἰουδαίων