7
ταῖς ἐννοίαις ὑπωπιάζονται καὶ πικρὸν κατήγορον τὴν ἰδίαν συνείδησιν ἔχουσιν. ἐπεὶ καὶ θαυμάζουσιν· ἴσασι γὰρ ἀγᾶσθαι, ὡς ὁ μέγας Γρηγόριος, ἀνδρὸς ἀρετὴν καὶ πολέμιοι, ὅταν τοῦ θυμοῦ λήξαντος ἐφ' ἑαυτὴν ἡ πρᾶξις δοκιμάζηται. ἄγγελοι ὑμνοῦσίν σε, ἄνθρωποι μακαρίζουσιν, Χριστὸς ἀπεδέξατο, τὰς πύλας σοι ἀνέῳγεν τῆς βασιλείας τῶν οὐρανῶν εἰς αἰῶνας· ἀμήν.
4 {1Νικηφόρῳ ἡγουμένῳ}1
Τῆς ἀποκρίσεως δοθείσης ἡμῖν παρὰ τοῦ κυρίου διακόνου, γνήσιε καὶ
πολυπόθητέ μου ἀνεψιέ, εὐθὺς ἠβουλήθημεν ἐπιστεῖλαί σοι. ἐπειδὴ δὲ ἦν καιρὸς χειμέριος καὶ ἡ παλιμβουλία συστέλλουσα, ἀγαθὸν ἡγησάμεθα μὴ ταχὺ δοῦναι λόγον. ἡνίκα δὲ μετὰ τῆς ἐπερωτήσεως καὶ τὰ γράμματα ἠπαίτουν, αὐτὸ τοῦτο τί δεῖ ἔτι διακρίνεσθαι καὶ μὴ τὸ παριστάμενον ἐξειπεῖν; πρῶτον δὲ ἐκεῖνο ἐρῶ καί με δέξαιο, τιμιώτατε, ὅτι, ὡς καὶ αὐτὸς οἶδας, πολλῆς κακίας ὑπόδειγμα τὸν ἑαυτοῦ βίον παρεστησάμην τοῖς πολλοῖς· καὶ οὐκ ἔστι σχεδὸν εἰπεῖν σφάλμα, οὗ μὴ καὶ αὐτὸς ἐγὼ μετίσχον καὶ ἄλλοις προσπαρέδωκα. ἀλλ' ἐπειδὴ μανθάνω τὴν φιλανθρωπίαν τοῦ θεοῦ καὶ τὸν εἰς πυθμένα κακίας κατενεχθέντα ἀναρρύεσθαι καὶ ὀρέγειν χεῖρα πρὸς μετάνοιαν, ἔφυγον τὴν ἀπόγνωσιν καὶ ἔδοξα μικρόν τι ὑποστηρίζειν ἐμαυτὸν πρὸς τὸ εὐθές. ∆ιὰ τοῦτο, ὡς ὁ τῶν ἀφανῶν γνώστης θεὸς ἐπίσταται, ἀπεσχοίνισα ἐμαυτὸν καὶ τῆς συνδιατριβῆς τῶν συγγενῶν μου καὶ τοῦ ἐθισμοῦ τῶν κατὰ σάρκα φίλων μου καὶ εἴ τινος δὴ οὖν ἄλλου, μόνης τῆς δυνάμεως τοῦ θεοῦ ἐπιβοηθούσης τῇ ἀσθενείᾳ μου περὶ πάντα. καὶ νῦν, ὃ ἐπεζήτησας παρ' ἐμοῦ τοῦ ἀμαθοῦς μαθεῖν, οὕτως ἔχει, ὡς εἴρηκέν σοι ὁ κύριος διάκονος. τοῦτο δὲ οὐκ ἀκρίτως ἢ ἀπεφθεγξάμεθα ἢ καὶ ὑπίσχομεν, ἀλλ' ἐν ἐρευνήσει καὶ συζητήσει τῆς θεοπνεύστου Γραφῆς βεβαιωθέντες καὶ κρατυθέντες, οὐ μὴν ἀλλὰ καὶ δι' ἐρωτήσεως τῶν ὀφειλόντων. καί γε ἡ ἀλήθεια οὕτως ἔχει, τοῦ θείου νόμου ἐμφανῶς ἀπαγορεύοντος οὐ διὰ τοῦ θείου Παύλου μόνον, ἀλλὰ καὶ δι' ἄλλων θεολόγων πατέρων, αὐτὸ τοῦτο διευκρινούντων καὶ ἀπολευκαινόντων καὶ συναποφαινομένων τῇ ἀποστολικῇ ἐγκελεύσει. καὶ πῶς λοιπὸν ἀλόγως ἀδιαφορήσω καὶ μὴ μᾶλλον διασταλθῶ καὶ ὑπεξαγάγω ἑαυτὸν ἀπὸ τῶν βλαπτόντων τὴν ἐλεεινήν μου ψυχήν, κἂν οἷος ἂν κίνδυνος παρῇ, τοῦ τῶν πατέρων κορυφαιοτάτου βοῶντος καὶ λέγοντος ὅτι, ἐάν τι παρ' ἐντολήν ἐστιν ἢ τὴν ἐντολὴν παραβλάπτῃ, οὐδαμῶς ἀνέχεσθαι χρή, κἂν ζωῆς ἐπαγγελίαν ἔχῃ, κἂν θανάτου ἀπειλήν; ἐῶ λέγειν ὅσαι παρυφίστανται καὶ ἄλλαι χρήσεις, μὴ ἐῶσαι ἡμᾶς ἐξυπάγεσθαι κἂν τὸ μικρότατον γοῦν ἔξω τῆς ἐντολῆς, ἄλλως τε καὶ πάλιν παραγγελίαν ἔχοντες τοῦ Μεγάλου Βασιλείου, ὅτι δεῖ πάντα ἀπαραλείπτως φυλάττειν τὰ διὰ τοῦ εὐαγγελίου καὶ τῶν ἀποστόλων ὑπὸ τοῦ Κυρίου παραδεδομένα. Ταῦτα ὡς πατρὶ καὶ φιλουμένῳ τεθάρρηκα φανερῶσαί σοι· ἐπεὶ καὶ ἡμεῖς, ὡς μάρτυς ὁ καρδιογνώστης θεός, οὔτε κηρύσσομεν (οὔτε γάρ ἐσμεν προύχοντες) οὔτε ἀπεχθανόμεθα. ἀλλὰ καὶ τὸν αὐτοκράτορα καὶ εὐσεβέστατον βασιλέα ἐγκαρδιωμένον ἔχομεν τῇ ἀγάπῃ καὶ ἅπαντας τοὺς συγγενεῖς μου, φιλοΐδιος ὑπάρχων, ὡς ὑμεῖς γινώσκετε, καὶ μνημονεύομεν αὐτοῦ καὶ ἐν τῇ θείᾳ λειτουργίᾳ καὶ ἐπευχόμεθα ἰδίᾳ τε καὶ δημοσίᾳ. καὶ τῆς ἐκκλησίας κοινωνικοί ἐσμεν, καὶ μὴ εἴη ἡμῖν ποτε διασχισθῆναι ἀπ' αὐτῆς. συγχωρήσατέ μοι τῷ μόνῳ ἁμαρτωλῷ· εἱλάμην θρηνῆσαι τὰς ἁμαρτίας μου ἐν τῇ γωνίᾳ ταύτῃ καὶ μὴ συμφύρεσθαι τοῖς ἐν κόσμῳ. τί τοῦτο ἔγκλημα; χάρισαί μοι τοῦτο, ποθεινότατέ μου ἀνεψιέ, (οἶδα γὰρ ὅτι καὶ δύνῃ) καὶ ἠρεμεῖν ἐνταῦθα καὶ ἀποδιίστασθαι παντὸς τυχὸν ἀνθρώπου· καὶ τῇ ἐμμελεῖ ἀγχινοίᾳ σου τὰ σκολιὰ