7
γεγέννηται, τῆς Ἀδαμιαίας λύπης τὸ ἰατρεῖον. Χαῖρε, παράδεισε, τῆς Ἐδὲμ χωρίον μακαριώτερον, οὗ φυτὸν ἀρετῆς ἅπαν ἀνατέθηλε, καὶ ἐφ' ᾧ ξύλον τῆς ζωῆς πεφανέρωται· οὗ τῇ μεθέξει εἰς τὴν ἀρχαίαν δίαιταν ἀνατρέχομεν, τῆς φλογίνης ῥομφαίας νῶτα διδούσης, ὡς γέγραπται. Χαῖρε, πόλις, τὸ τοῦ μεγάλου βασιλέως, ∆αβιτικῶς εἰπεῖν, 96.697 περιήχημα, ἐν ᾖ τὰ βασίλεια τῶν οὐρανῶν ἀνέῳκται, καὶ γηγενεῖς πολιτογραφούμενοι γήθουσιν· ἧς ἐξαίσια καὶ τεθαυμασμένα πάσαις γλώσσαις τε καὶ διανοίαις τὰ διηγήματα, ἐν Χριστῷ Ἰησοῦ τῷ διὰ σοῦ ἱλεουμένῳ μοι, ἐφ' οἷς ὤφλησα ὁ οἰκτρὸς καὶ ἄλογος, ἐκθειάζων τὰς ἀπείρους αἰνέσεις σου ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.