7
ὁσημέραι πάντων τῶν ἐθνῶν τῇ πίστει Χριστοῦ καὶ βαπτιζομένων καὶ τὰ πατρῷα εἴδωλα συνθλαττόντων. τὸν δὲ πῆχυν τῆς ἀναβάσεως τοῦ κατὰ τὴν Αἴγυπτον ποταμοῦ Νείλου ἐν τῇ ἐκκλησίᾳ ἐνομοθέτησεν ἀναφέρεσθαι, καὶ οὐκ ἐν τῷ Σαραπίῳ, ὡς εἴθιστο τοῖς Ἕλλησιν. Λικίνιος δὲ πρὸ τοῦ τελείως μανῆναι εἰς Ἀντιόχειαν ἐλθὼν Θεότεκνον γόητα καὶ τοὺς σὺν αὐτῷ μετὰ πολλὰς βασάνους ἀνεῖλεν. ιεʹ. ιζʹ. ιθʹ. ιʹ. εʹ. ιγʹ. εʹ. Τούτῳ τῷ ἔτει Λικίνιος ἤρξατο κατὰ Χριστιανῶν διωγμὸν κινεῖν. καὶ πρῶτον μὲν τοὺς ἐν τῷ παλατίῳ Χριστιανοὺς ἐδίωξε λήθην λαβὼν τῆς τῶν πρὸ αὐτοῦ τυράννων καθαιρέσεως καὶ τῶν πρὸς τὸν μέγαν Κωνσταντῖνον συνθηκῶν. γυναικομανῶν δὲ καὶ ἀδικῶν 17 καὶ φονεύων Χριστιανοὺς οὐκ ἐπαύετο· τούτῳ διὰ γραμμάτων ὁ θεῖος Κωνσταντῖνος κελεύσας ἀποστῆναι τῆς μανίας οὐκ ἔπεισεν. οὗτος καὶ Βασιλέα, τὸν ἐπίσκοπον Ἀμασείας, καί, ὥς τινές φασιν, καὶ τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας καὶ ἄλλους πολλοὺς διὰ βασάνων τελειωθῆναι ἐποίησεν. Βυζαντίου ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιϛʹ. ιηʹ. κʹ. αʹ. ϛʹ. ιδʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Ἄρειος, ὁ τῆς μανίας ἐπώνυμος, ἐν Ἀλεξανδρείᾳτὴν ἑαυτοῦ αἵρεσιν ἐπ' ἐκκλησίας ἐφανέρωσε καὶ σχίσμα εἰργάσατο, συνεργοῦντος αὐτῷ τοῦ πονηροῦ μὴ φέροντος βλέπειν τὴν εἰρήνην τῆς ἐκκλησίας. ἐγένετο δὲ καὶ σεισμὸς ἐν Ἀλεξανδρείᾳ λαβρότατος, ὥστε πεσεῖν οἰκίας πολλὰς καὶ λαὸν πολὺν ὀλέσαι. ιζʹ. ιθʹ. καʹ. βʹ. ζʹ. ιεʹ. ζʹ. Τούτῳ τῷ ἔτει μαθὼν ὁ μέγας Κωνσταντῖνος τὴν τοῦ Ἀρείου κίνησιν σφόδρα λυπηθεὶς ἔγραψεν Ἀλεξάνδρῳ καὶ Ἀρείῳ κοινὴν ἐπιστολήν, συμβουλεύων καταλῦσαι τὴν πονηρὰν κίνησιν καὶ εἰρηνεῦσαι εἰς ἀλλήλους. ἀπέστειλε δὲ καὶ Ὅσιον, τὸν ἐπίσκοπον Κουδρούβης, ἐν Ἀλεξανδρείᾳ περὶ Ἀρείου καὶ ἐν τῇ ἀνατολῇ διορθσόμενον τοὺς ἀνατολικοὺς ἐκ παλαιᾶς συνηθείας Ἰουδαϊκώτερον ἑορτάζοντας τὸ πάσχα. ὑπέστρεψε δὲ ἄπρακτος πρὸς ἀμφότερα. Τούτῳ τῷ ἔτει καὶ Κώνσταν, τὸν υἱὸν αὐτοῦ, Κωνσταντῖνος ὁ μέγας προεβάλετο καίσαρα καὶ ἀπέστειλεν εἰς Γαλλίας. ιηʹ. κʹ. κβʹ. γʹ. ηʹ. ιϛʹ. ηʹ. Τούτῳ τῷ ἔτει, ὥς φασί τινες, Κωνσταντῖνος ὁ μέγας σὺν Κρίσπῳ, τῷ υἱῷ αὐτοῦ, ἐν Ῥώμῃ ὑπὸ Σιλβέστρου ἐβαπτίσθη, ὡς οἱ κατὰ τὴν πρεσβυτέραν Ῥώμην μέχρι σήμερον τὸν βαπτιστῆρα ἔχουσιν εἰς μαρτυρίαν, ὅτι ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ ἐβαπτίσθη μετὰ τὴν ἀναίρεσιν τῶν τυράννων. οἱ δὲ κατὰ τὴν ἀνατολὴν ἐν Νικομηδείᾳ φασὶν αὐτὸν περὶ τὸν θάνατον ὑπὸ Εὐσεβίου τοῦ Νικομηδέως Ἀρειανοῦ βεβαπτίσθαι· ἔνθα καὶ ἔτυχεν αὐτὸν κοιμηθῆναι. ἀναβαλλόμενος γὰρ ἦν, φασίν, τὸ βάπτισμα, ἐλπίζων ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι ποταμῷ. 18 ἐμοὶ δὲ ἀληθέστερον φαίνεται τὸ ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ βεβαπτίσθαι αὐτόν, καὶ τὰς ἐπ' ὀνόματι αὐτοῦ φερομένας διατάξεις πρὸς Μιλτιάδην πεπλασμένας εἶναι τοῖς Ἀρειανοῖς, δόξαν ἐντεῦθεν περιποιεῖσθαι σπουδάζουσιν ἑαυτοῖς, ἢ καὶ τὸν πανευσεβῆ βασιλέα κακίζειν ἐθέλουσιν, ἀβάπτιστον δεικνύντες ἐντεῦθεν, ὅπερ ἄτοπόν ἐστι καὶ ψευδές. εἰ γὰρ οὐκ ἦν βεβαπτισμένος ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, λοιπὸν οὐδὲ μετελάμβανε τῶν θείων μυστηρίων, οὐδὲ συνηύχετο τοῖς ἁγίοις πατράσιν, ὅπερ ἀτοπώτατόν ἐστι καὶ λέγειν καὶ φρονεῖν. ἄλλοι δὲ Ἀρειανοὶ καὶ Ἕλληνες ὡς νόθον διαβάλλουσι τὸν μέγαν Κωνσταντῖνον· ψεύδονται δὲ καὶ οὗτοι. ἡ γὰρ γενεαλογία αὐτοῦ βασιλικὴ ὑπῆρχε καὶ πρὸ ∆ιοκλητιανοῦ. ὁ γὰρ πατὴρ αὐτοῦ Κωνστάντιος θυγατρίδης ἦν Κλαυδίου τοῦ βασιλέως καὶ ἐξ Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς ἔσχε τὸν μέγαν Κωνσταντῖνον. εἶχε δὲ καὶ ἄλλους υἱοὺς ἐκ Θεοδώρας, τῆς θυγατρὸς Μαξιμιανοῦ τοῦ Ἐρκουλίου, ἀδελφῆς δὲ Μαξεντίου τοῦ κατὰ τὴν Ῥώμην τυραννήσαντος καὶ ἀναιρεθέντος ὑπὸ Κωνσταντίνου περὶ Μουλυΐαν τὴν γέφυραν (ὅτε καὶ τὸ τοῦ σταυροῦ σημεῖον ἐθεάσατο ἐν τῷ οὐρανῷ), καὶ Φαύστας, τῆς γαμετῆς τοῦ μεγάλου Κωνσταντίνου. καὶ μηδεὶς θαυμαζέτω, εἰ πρὸ τοῦ βαπτίσματος ἑλληνίζοντες δύο ἀδελφὰς ἔγημαν ὁ πατὴρ καὶ ὁ υἱός. εἰσὶ δὲ αἱ γενέσεις αὐτῶν οὕτως, ὡς ὑποτέτακται. 19 Κωνστάντιος [ὁ μέγας] ἐκ Θεοδώρας,