7
τὸ τῆς ἑκάστου ζωῆς ἡμῶν ἀποτερματίζεται τέλος· οὐκ αἰτία δὲ τοῦ ἁμαρτάνειν ἡμᾶς ἢ μὴ ἁμαρτάνειν ἡ διὰ πάντων διήκουσα καθέστηκε πρόγνωσις τοῦ ἐπὶ πάντων θεοῦ, περὶ οὗ οὐκ ὀλίγα ἄττα πολλοὶ πολλαχοῦ τῶν πρὸ ἡμῶν ἄριστα πεφιλοπονήκασι. Καὶ ταῦτα μὲν ἡμεῖς καὶ φιλοσοφοῦμεν καὶ αὖθις φιλοσοφήσομεν· ὑμεῖς δὲ μὴ γίνεσθε "τέκνα ὀργῆς" τὸ λοιπόν, ἀλλὰ λάβετε πνεῦμα πραότητος, εἰσέλθετε εἰς τὰς συνειδήσεις ὑμῶν, παύσασθε "ἀπὸ ὀργῆς" καὶ τὸν θυμὸν ὀρφανὸν μετὰ τοῦ ∆αυὶδ καταλείψατε, νεκρώσατε τῆς ἀλαζονείας τὸ φρόνημα, τὰ μέλη τῆς ἐπάρσεως ἀποτέμετε, τῆς φύσεως τὴν φλεγμονὴν κατευνάσατε, ταπεινώσατε τῆς ὑπερηφανίας τὸ φρόνημά τε καὶ ὕψωμα, οἰκειώσασθε τὴν ταπείνωσιν, μηδὲν γαῦρον ἢ κενταυρικὸν σφετερίσησθε, ἀλλήλων "τῇ τιμῇ" προηγεῖσθε κατὰ τὸν θεῖον ἀπόστολον· ὁ τὰ πρωτεῖα θηράσας λαβεῖν ἔσχατος εὐαγγελικῶς κατατάττεται. μηδένα γνώσεως πλοῦτος ὀγκώσῃ, "ἐκ μέρους" γινώσκομεν καὶ "βλέπομεν δι' ἐσόπτρου" καὶ δι' αἰνίγματος κατὰ τὸν θεῖον ἀπόστολον, καὶ τοῦ θύραθεν λόγου τὸ «"ἴσμεν οὐδὲν τρανές, ἀλλ' ἀλώ-μεθα"» τοῖς ἀνθρώποις νενομοθετηκότος ὡς ἔπρεπεν ἀνεξόμεθα. σκινδαλμοὺς δογμάτων καὶ πλοκὰς ἐρωτήσεων καὶ πεύσεων μηχανήματα ἁπλοϊκώτερόν πως καὶ εὐσεβέστερον ἀποδράσωμεν τῶν μὴ πεπιστευμένων ἡμῖν τὰς ἀβύσσους ἰλιγγιάσαντες, ἵνα μὴ "ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν" "λίθον προσκόμματος" ὑποστορέσῃ τῇ προπετείᾳ τῆς γλώττης καὶ προσ-πταίσαντες ἐν αὐτῷ λικμηθῶμεν, εἶτα παρὰ τοῦ Παύ-λου ἀκούσωμεν «"ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;"» καὶ τὰ ἑπόμενα. ἀμείψαντες γοῦν μετὰ τῶν τρόπων καὶ τῶν ῥημάτων τὰ δόγματα ἕκαστος ἀπίτω ὑμῶν διη-τυχηκὼς τοῦ βουλήματος.