[0] ΩΡΙΓΕΝΟΥΣ ΠΕΡΙ ΕΥΧΗΣ.

 [3] Πρῶτον δὴ τὸ ὄνομα τῆς εὐχῆς ὅσον ἐπὶ παρατηρήσει τῇ ἐμῇ εὑρίσκω κείμενον, ἡνίκα ὁ Ἰακὼβ, φυγὰς γενόμενος τῆς ὀργῆς „τοῦ ἀδελφοῦ„ ἑαυτοῦ Ἠσαῦ, ἀπῄ

 [5] Εἰ χρὴ τοίνυν μετὰ ταῦτα, ὥσπερ ἐκελεύσατε, ἐκθέσθαι τὰ πιθανὰ πρῶτον τῶν οἰομένων μηδὲν ἀπὸ τῶν εὐχῶν ἀνύεσθαι καὶ διὰ τοῦτο φασκόντων περισσὸν ε

 [6] Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα, οὐχ ᾗ τοιαῦτ

 [8] Ἔτι δὲ οὐκ ἄλογον καὶ τοιούτῳ τινὶ παραδείγματι χρήσασθαι πρὸς τὸ προτρέψασθαι ἐπὶ τὸ εὔξασθαι καὶ ἀποτρέψασθαι τοῦ ἀμελεῖν τῆς εὐχῆς. ὥσπερ οὐκ ἔ

 [10] Καὶ ταῦτα μὲν ὡς καθ' ὑπόθεσιν εἴρηται, καὶ εἰ μηδὲν ἕτερον ἡμῖν ἐπακολουθήσει εὐχομένοις, ὅτι τὰ κάλλιστα κερδαίνομεν, τὸ καθὸ δεῖ εὔχεσθαι νενο

 [12] Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι ”πνεύματι„ προσεύχονται „καὶ τῷ νοῒ,” φω

 [13] Εἰ δὲ Ἰησοῦς προσεύχεται καὶ μὴ μάτην προσεύχεται, τυγχάνων ὧν αἰτεῖ διὰ τοῦ εὔχεσθαι, τάχα οὐκ ἂν αὐτὰ εἰληφὼς χωρὶς εὐχῆς, τίς ἡμῶν ἀμελῇ τοῦ ε

 [14] Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τὸ ”αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν

 δέησιν μὲν οὖν καὶ ἔντευξιν καὶ εὐχαριστίαν οὐκ ἄτοπον καὶ ἀνθρώποις –ἁγίοις– προσενεγκεῖν: ἀλλὰ τὰ μὲν δύο (λέγω δὴ ἔντευξιν καὶ εὐχαριστίαν) οὐ μόνο

 πᾶς τοιγαροῦν ὁ ”τὰ ἐπίγεια„ καὶ „μικρὰ” αἰτῶν ἀπὸ τοῦ θεοῦ παρακούει τοῦ ἐντειλαμένου ”ἐπουράνια„ καὶ „μεγάλα” αἰτεῖν ἀπὸ τοῦ μηδὲν ἐπίγειον μηδὲ μικ

 [18] Αὐτάρκως δὴ ἐν τούτοις, κατὰ τὴν δεδομένην χάριν, ὡς κεχωρήκαμεν, ὑπὸ θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ (ἀλλ' εἴθε καὶ ἐν ἁγίῳ πνεύματι, ὅπερ εἰ οὕτως ἔ

 [22] „–Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς–.” ἄξιον ἐπιμελέστερον ἐπιτηρῆσαι τὴν λεγομένην παλαιὰν διαθήκην, εἰ ἔστι που εὑρεῖν ἐν αὐτῇ εὐχήν τινος λέγοντος

 [24] ”–Ἁγιασθήτω τὸ ὄνομά σου–.„ ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παραμένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ,

 [25] „–Ἐλθέτω ἡ βασιλεία σου–.” εἰ ”ἡ –βασιλεία τοῦ θεοῦ–„ κατὰ τὸν λόγον τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν „μετὰ παρατηρήσεως” ”οὐκ ἔρχεται,„ „οὐδὲ ἐροῦσιν

 [26] ”–Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς–.„ ὁ Λουκᾶς μετὰ τὸ „–ἐλθέτω ἡ βασιλεία σου–” ταῦτα παρασιωπήσας ἔταξε: ”–τὸν ἄρτον ἡμῶν τὸν ἐπ

 [27] „–Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον–,” ἢ ὡς ὁ Λουκᾶς: ”–τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ' ἡμέραν–.„ ἐπεί τινες ὑπολαμβάνου

 [28] „–Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν–,” ἢ ὡς ὁ Λουκᾶς: ”–καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ

 [29] ”–Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ„: τὸ δὲ „ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ–” παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μ

 [31] Δοκεῖ δέ μοι μετὰ ταῦτα οὐκ ἄτοπον εἶναι ὑπὲρ τοῦ πληρωθῆναι τὸ περὶ τῆς εὐχῆς πρόβλημα διαλαβεῖν εἰσαγωγικώτερον περὶ τῆς καταστάσεως καὶ τοῦ σχ

VII. ANSWER TO OBJECTIONS: THE TRUE PLACE OF PRAYER IN MAN'S LIFE

Again I believe the words of the prayer of the saints to be full of power above all when praying "with the spirit," they pray "also with the understanding," which is like a light rising from the suppliant's mind and proceeding from his lips to gradually weaken by the power of God the mental venom injected by the adverse powers into the intellect of such as neglect prayer and fail to keep that saying of Paul's in accordance with the exhortations of Jesus, "Pray without ceasing." For it is as if a dart from the suppliant's soul, sped by knowledge and reason or by faith, proceeds from the saint and wounds to their destruction and dissolution the spirits adverse to God and desirous of casting round us the bonds of sin.

Now, since the performance of actions enjoined by virtue or by the commandments is also a constituent part of prayer, he prays without ceasing who combines prayer with right actions, and becoming actions with prayer. For the saying "pray without ceasing" can only be accepted by us as a possibility if we may speak of the whole life of a saint as one great continuous prayer.

Of such prayer what is usually termed prayer is indeed a part, and ought to be performed at least three times each day, as is plain from the account of Daniel who, in spite of the grave danger that impended, prayed three times daily. Peter furnishes an instance of the middle prayer of the three when he goes up to the housetop about the sixth hour to pray on that occasion on which he also saw the vessel which descended from heaven let down by four corners. The first is spoken of by David: "In the morning shall you hear my prayer: in the morning will I present myself to you and keep watch."

The last is indicated in the words: "the lifting up of my hands in evening sacrifice." Indeed we shall not rightly speak even the season of night without such prayer as David refers to when he says "at midnight I arose to make acknowledgment to you for your righteous judgments" and as Paul exemplifies when, as it is said in the Acts of the Apostles, along with Silas he offers prayer and praise to God "about midnight" in Phillipi so that the prisoners also heard them.

[12] Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι ”πνεύματι„ προσεύχονται „καὶ τῷ νοῒ,” φωτὶ ἐοικότι ἀνατέλλοντι ἀπὸ τῆς τοῦ εὐχομένου διανοίας καὶ προϊόντι ἐκ στόματος αὐτοῦ ὑπεκλύειν δυνάμει θεοῦ τὸν ἐνιέμενον νοητὸν ἰὸν ἀπὸ τῶν ἀντικειμένων δυνάμεων τῷ ἡγεμονικῷ τῶν ἀμελούντων τοῦ εὔχεσθαι καὶ τὸ ”ἀδιαλείπτως προσεύχεσθε„ ἀκολούθως ταῖς τοῦ Ἰησοῦ προτροπαῖς εἰρημένον παρὰ τῷ Παύλῳ μὴ φυλαττόντων. ὡσπερεὶ γὰρ βέλος ἀπὸ τῆς τοῦ εὐχομένου ψυχῆς τῇ γνώσει καὶ τῷ λόγῳ ἢ τῇ πίστει πρόεισιν ἀπὸ τοῦ ἁγίου, τιτρῶσκον ἐπὶ καθαιρέσει καὶ καταλύσει τὰ ἐχθρὰ τῷ θεῷ πνεύματα, τοῖς τῆς ἁμαρτίας δεσμοῖς περιβαλεῖν ἡμᾶς θέλοντα. „ἀδιαλείπτως” δὲ προσεύχεται, καὶ τῶν ἔργων τῆς ἀρετῆς ἢ τῶν ἐντολῶν τῶν ἐπιτελουμένων εἰς εὐχῆς ἀναλαμβανομένων μέρος, ὁ συνάπτων τοῖς δέουσιν ἔργοις τὴν εὐχὴν καὶ τῇ εὐχῇ τὰς πρεπούσας πράξεις. οὕτω γὰρ μόνως τὸ ”ἀδιαλείπτως προσεύχεσθε„ ἐκδέξασθαι δυνάμεθα ὡς δυνατὸν ὂν εἰρημένον, εἰ πάντα τὸν βίον τοῦ ἁγίου μίαν συναπτομένην μεγάλην εἴποιμεν εὐχήν: ἧς εὐχῆς μέρος ἐστὶ καὶ ἡ συνήθως ὀνομαζομένη εὐχὴ, οὐκ ἔλαττον τοῦ τρὶς ἑκάστης ἡμέρας ἐπιτελεῖσθαι ὀφείλουσα: ὅπερ δῆλόν ἐστιν ἐκ τῶν κατὰ τὸν Δανιὴλ, τηλικούτου ἐπηρτημένου αὐτῷ κινδύνου εὐχόμενον τρὶς τῆς ἡμέρας. καὶ ὁ Πέτρος δὲ ἀναβαίνων εἰς „τὸ δῶμα” –”περὶ„– τὴν „ἕκτην” ”προσεύξασθαι,„ ὅτε καὶ ἑώρα τὸ ἐξ οὐρανοῦ „καθιέμενον” ”σκεῦος„ „τέτρασιν ἀρχαῖς καθιέμενον,” παρίστησι τὴν μέσην τῶν τριῶν εὐχὴν, τὴν πρὸ αὐτοῦ καὶ παρὰ τοῦ Δαυῒδ λεγομένην: ”τὸ πρωῒ εἰσακούσῃ τῆς προσευχῆς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι„: καὶ τῆς τελευταίας δηλουμένης διὰ τοῦ: „ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.” ἀλλ' οὐδὲ τὸν τῆς νυκτὸς καιρὸν χωρὶς ταύτης τῆς εὐχῆς καθηκόντως διανύσομεν, τοῦ μὲν Δαυῒδ λέγοντος: ”μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου,„ τοῦ δὲ Παύλου, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων εἴρηται, „κατὰ τὸ μεσονύκτιον” ἅμα τῷ Σίλᾳ ἐν Φιλίπποις προσευχομένου καὶ ὑμνοῦντος τὸν θεὸν, ὥστε ἐπακροᾶσθαι ”αὐτῶν„ καὶ τοὺς δεσμίους.