Tractatus de placitis Manichaeorum

 ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται· ἔσεσθαι γὰρ τῆς ὕλης θάνατον τὸν μετὰ ταῦτά ποτε τῆς δυνά μεως ταύτης χωρισμόν. οὕτως οὖν κατὰ πρόνοιαν

 ὕλης κατὰ τοῦ θεοῦ ἄνταρσιν. ἐγὼ δὲ ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους οὐκ ἂν εἴποιμι, ὅπου γε καί τινας τῶν σ

 ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον· ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ θεοῦ ὑποστησώμεθα πρῶτον;

 ἔσται κεχωρισμένον. ἄλλος γὰρ τῷ βαρεῖ καὶ ἄλλος τῷ μέσῳ καὶ τῷ κούφῳ τόπος, τῷ μὲν γὰρ τὸ ἄνω τῷ δὲ τὸ κάτω τῷ δὲ τὸ μέσον. παντὸς δὲ σφαιροειδοῦς τὸ

 θεῷ, ὅταν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησεν. τίνι δὲ καὶ ὁ θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι;

 13 Τίνα δὲ καὶ τὰ κακὰ εἶναι λέγει; περὶ μὲν γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην οὐδὲν ἀπολείπει· περὶ δὲ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας εἴ τι τοιοῦτον εἶναί

 τροφῆς δεῖται. ἃ μὲν γὰρ ἦν ἀθάνατα ζῷα καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες , καίτοι ὄντα αἰσθητ<ικ>ά, ἐκτὸς δὲ τούτων ἐ

 18 τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν, ὅτι ὥσπερ ὁρῶμεν τῆς ψυχῆς τοῦ σώμα τος ἀποζευχθείσης τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τ

 ἡ θεία δύναμις, εἰ δή ἐστιν παθητὴ καὶ διαιρετὴ [η] διὰ πάσης αὐτῆς καὶ τὸ μέν τι αὐτῆς γίνεται ἥλιος, τὸ δὲ σελήνη; καθαρῶς γὰρ ταῦτα εἶναί φασιν τῆς

 δὲ βαρύ, οὐδ' ἀρχὴν πρὸς σελήνην ἀφικέσθαι οἷόν τε. τίνα δὲ λόγον ἔχει τὸ πρῶτον ἀφικόμενον πρὸς σελήνην μὴ εὐθὺς πρὸς ἥλιον ἀνα πέμπεσθαι, ἀλλ' ἐκδέχ

 οὕτω γὰρ ὁ κόσμος τοῦ δημιουργοῦ χείρων καὶ τῶν τεχνιτῶν ὅσα τούτων ἔργα. εἰ οὖν τῆς ὕλης ἔργον ὁ ἄνθρωπος, πάντως που ταύ της χείρων. ὕλης δὲ κάκιον

 δίαιταν χρῆσθαι τῷ χείρονι πῶς εὔλογον; εἴτε πλείων ἐν τούτοις ἡ δύναμις ἡ θεία, τί πρὸς τὴν τροφὴν τὰ τοιαῦτα χρήσιμα, τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ μέ

 παντάπασιν οὖσαν ὁ λόγος εὑρίσκει ἢ τὸ πάντων ἔσχατον καὶ μόγις εἰς ἔννοιαν νόθον ἀφικνεῖσθαι δυνάμενον. ἀλλὰ γὰρ τὸ πῦρ τὸ ἀφεγγὲς ἆρά γε πλέον ἐστὶν

τροφῆς δεῖται. ἃ μὲν γὰρ ἦν ἀθάνατα ζῷα καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες , καίτοι ὄντα αἰσθητ<ικ>ά, ἐκτὸς δὲ τούτων ἐστὶν καὶ τῆς τοιαύτης αἰτιάσεως· ὁ δὲ ἄνθρωπος καὶ αἴσθε σθαι καὶ κρίνειν δυνάμενος καὶ δυνάμει σοφός ἔχει γὰρ δύναμιν τοιοῦτος γενέσθαι ἀπολαβὼν τὸ ἴδιον δή, καταπατεῖ.

16 ὅλως γὰρ ἄξιον πυθέσθαι τούτων τῶν ἀνδρῶν, πότερον οὐδένα ἄνθρωπον δυνα τὸν σπουδαῖον γενέσθαι ἤ τινά γε ἐνδέχεται. εἰ μὲν γὰρ οὐδεὶς σοφός, τί δήποτε αὐτὸς ὁ Μανιχαῖος ἐῶ γὰρ τοὺς ἄλλους οὐ μόνον σπουδαῖος εἶναι λέγει, ἀλλὰ καὶ ἄλλους φησὶν ἱκανὸς εἶναι τοιούτους ποιῆσαι; εἰ δ' ὅλως ἔστιν τις, τί κωλύει καὶ πάντας γενέσθαι σπουδαίους; ὃ γὰρ περὶ ἕνα, καὶ περὶ πάν τας ἐνδέχεται, καὶ δι' ὧν καὶ εἷς, διὰ τούτων καὶ πάντες ἐνάρετοι ἂν γένοιντο· εἰ μή τί φασιν τῆς δυνάμεως πλεῖστον τοῖς τοιούτοις ἐναπολαμβάνεσθαι. πάλιν τοίνυν πρῶτον μὲν τίς χρεία τοῦ περὶ τὴν παίδευσιν πόνου; γενοίμεθα γὰρ ἂν καθεύδοντες σπου δαῖοι. ἢ διὰ τί μάλιστα τοὺς ἀκροωμένους αὐτῶν οἱ τοιοῦτοι ἄνδρες εἰς ἐλπίδα ἄγουσι τοῦ καλοῦ; καὶ γὰρ καλινδούμενοι σὺν ταῖς ἑταίραις τὸ οἰκεῖον ἔχοιεν ἂν ἀγαθόν. εἰ δὲ ἡ παίδευσις καὶ ἡ περιαγωγὴ ἡ βελτίων καὶ τὸ σπουδαῖον περὶ τὴν τῆς ἀρετῆς ἀνάλη ψιν τοιοῦτον αὐτὸν ἀπειργάσαντο, πάντες γινέσθωσαν τοιοῦτοι, καὶ ἀνῄρηται ἡ θρυλουμένη ὑπ' αὐτῶν τῆς ὕλης ἄτακτος κίνησις. πολὺ δὲ κάλλιον ἦν τὴν σοφίαν ὅπλον φάναι τοῖς ἀνθρώποις ὑπὸ τοῦ θεοῦ δεδόσθαι, ἵν' ὅ ἐστιν αὐτοῖς διὰ τὸ αἰσθητικοῖς εἶναι ἐξ ἐπιθυ μίας καὶ ἡδονῆς, τοῦτο κατὰ μικρὸν εἰς τὸ ἀγαθὸν περιάγουσα τὸ ἑπόμενον ἄτοπον ἐξ αὐτῶν ἀνέλῃ· οὕτω γὰρ αὐτοί τε ἀρετὴν ἐπαγγελλόμενοι διδάσκειν ζηλωτοὶ ἂν ἦσαν τῆς προθέσεως καὶ τοῦ βίου, πολλή τε ἂν ἦν ἐλπὶς τοῦ ὅτι ποτὲ παύσεται τὰ κακὰ πάντων γενομένων σοφῶν. ὃ δοκεῖ μοι κατανενοηκέναι ὁ Ἰησοῦς καὶ ἵνα μὴ ἀπεληλαμένοι ὦσι τοῦ ἀγαθοῦ γεωργοί τε καὶ τέκτονες καὶ οἰκοδόμοι καὶ οἱ ἄλλοι ἀπὸ τῶν τεχνῶν, κοινὸν συνέδριον καθίσαι πάντων ὁμοῦ καὶ διὰ ἁπλῶν καὶ εὐκόλων διαλέξεων καὶ εἰς θεοῦ ἔννοιαν αὐτοὺς ἀπενηνοχέναι καὶ τοῦ καλοῦ εἰς ἐπιθυμίαν ἐλθεῖν ποιῆσαι.

17 Ἀλλὰ γὰρ πῶς ποτε λέγεται τὸ «κατέπεμψε τὴν δύναμιν τὴν θείαν ὁ θεὸς ἐπὶ τὴν ὕλην»; εἰ μὲν γὰρ ἦν ἀεὶ καὶ οὔτε ὁ θεὸς πρότερος αὐτῆς ἐπινοεῖται οὔτε ἡ ὕλη, τρεῖς πάλιν οὕτως εἰσὶν ἀρχαὶ κατὰ τὸν Μανιχαῖον, τάχα δὲ καὶ πάμπολλαι φανήσονται ὀλίγῳ ὕστερον. εἰ δ' ἐπιγενητή, πῶς ἐστιν [πῶς] ὕλης ἄμοι ρος αὐτή; εἰ δὲ μέρος ἐστὶν τοῦ θεοῦ, πρῶτον μὲν σύνθετον καὶ σωματικὸν ἀποφαίνουσιν οὕτως τὸν θεόν· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον. εἰ δὲ ἐποίησεν αὐτὴν καὶ ὕλης ἄμοιρός ἐστιν, θαυμάζω πῶς οὐκ ἐσκόπησαν οὔτε οὗτος οὔτε οἱ ἀπ' ἐκείνου, ὅτι εἰ ὃ λέγεται κατὰ τὴν ἀληθῆ δόξαν ὅτι τὰ ἐφεξῆς μένοντος τοῦ θεοῦ ὑποστάσεις εἰσὶν τὴν δύναμιν ταύτην ἐποίησεν βουληθεὶς ὁ θεός, πῶς οὐχὶ καὶ τῶν ἄλλων ἁπάντων τῶν γενομένων αἴτιος ἐγένετο οὐδὲν ὕλης προὑπαρ χούσης προσδεηθείς. τὰ μὲν δὴ φαινόμενα ἄτοπα ἐκ τούτου τοιαῦτα, ἑπόμενα δὲ τὰ ἑξῆς. ἆρά τε γὰρ φύσιν εἶχεν ἡ δύναμις ῥεῖν ἐπὶ τὴν ὕλην; ἢ παρὰ φύσιν ἦν αὐτῇ τοῦτο; πῶς οὖν ἐμίχθη; εἰ δὲ κατὰ φύσιν αὐτῇ τοῦτο, πάντως που καὶ ἀεὶ σὺν τῇ ὕλῃ ἦν· εἰ δὲ τοῦτο, πῶς κακῶς τὴν ὕλην ἀγορεύουσιν μῖγμα οὖσαν ἐξ ἀρχῆς πρὸς τὴν θείαν δύναμιν; πῶς δὲ καὶ φθαρήσεται μιχθείσης τῆς θείας δυνάμεως πρὸς αὐτὴν ἀποχωρησάσης ποτέ; ἔσῳζεν γὰρ δὴ τὰ καλὰ καὶ ἑτέρου τινὸς ἀγαθοῦ αἴτια γίγνεσθαι οἷς ἂν παρῇ εὔλογον ἢ διαφθορὰν ἢ ἄλλο τι κακὸν ἕτερον ἐπάγειν αὐτοῖς.

8