8
ἐνυβρίζων τὸ αἷμα τοῦ Χριστοῦ· ἐνυβρίζει γὰρ ὁ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τοῦτο ποιῶν. (καὶ ταῦτά φαμεν οὐχ ὅτι κἂν σχισματικῶν ποτήριον κέκλασται παρὰ Μακα ρίου, ἀλλ' ὅτι μηδὲν ἦν ὅλως ἐκεῖ· πῶς γάρ; ὅπου μήτε τόπος κυριακῆς μήτε τις ἐκεῖ τῆς ἐκκλησίας, ἀλλὰ μήτε ὁ καιρὸς μυστηρίων ἦν.) οὗτος δέ ἐστιν ὁ πολυθρύλητος Ἰσχύρας ὁ μήτε ὑπὸ τῆς ἐκκλησίας χειροτονηθεὶς καί, ὅτε τοὺς ὑπὸ Μελετίου καταστα θέντας πρεσβυτέρους Ἀλέξανδρος ἐδέχετο, μηδὲ ἐκείνοις συναριθμηθείς· οὕτως οὐδὲ ἐκεῖθεν κατεστάθη.
12.1 Πόθεν οὖν πρεσβύτερος Ἰσχύρας; τίνος καταστήσαντος; ἆρα Κολλούθου; τοῦτο γὰρ λοιπόν. ἀλλ' ὅτι Κόλλουθος πρεσβύτερος ὢν ἐτελεύτησε καὶ πᾶσα χεὶρ αὐτοῦ γέ γονεν ἄκυρος καὶ πάντες οἱ παρ' αὐτοῦ κατασταθέντες ἐν τῷ σχίσματι λαικοὶ γεγόνασι 12.2 καὶ οὕτως συνάγονται, δῆλον καὶ οὐδενὶ καθέστηκεν ἀμφίβολον. πῶς οὖν ἰδιώτης ἄνθρωπος καὶ οἰκίσκον οἰκῶν ἰδιωτικὸν ποτήριον ἔχειν μυστικὸν πιστευθείη; ἀλλὰ τότε τὸν ἰδιώτην πρεσβύτερον ὠνόμαζον καὶ τὴν προσηγορίαν αὐτῷ ταύτην διὰ τὴν καθ' ἡμῶν ἀδικίαν ἐχαρίζοντο καὶ νῦν μισθὸν τῆς κατηγορίας ἐκκλησίας οἰκοδομὴν προ 12.3 ξενοῦσιν. οὕτως οὐκ εἶχεν ἐκκλησίαν ἄνθρωπος, ἀλλὰ μισθὸν τῆς κακοηθείας καὶ τῆς πρὸς τὴν κατηγορίαν ὑπακοῆς νῦν, ἣν οὐκ εἶχε, λαμβάνει καὶ τάχα καὶ ἐπισκοπὴν ἀντ έδοσαν αὐτῷ· ταῦτα γὰρ θρυλεῖ περιιὼν καὶ οὕτω καθ' ἡμῶν βρενθύεται. οὕτω λοιπὸν τηλικαῦτα ἔπαθλα παρὰ τῶν ἐπισκόπων τοῖς κατηγόροις καὶ συκοφάνταις προστίθεται· εἰκότως, οἱ γὰρ συνεργὸν εἰς ἃ ἤθελον αὐτὸν ἐσχηκότες ὡς τῶν πραγμάτων κοινωνόν, οὕτως καὶ τῆς ὁμοίας ἐπισκοπῆς ἠξίωσαν. ἀλλὰ μήπω ταῦτα, ἔτι δὲ τὰς ἀκοὰς τοῖς τότε πραχθεῖσι παρ' αὐτῶν ἔνδοτε.
13.1 Μὴ δυνηθέντες πρὸς τὴν ἀλήθειαν, καίτοι κατ' αὐτῆς παρεσκευασμένοι, καὶ ἐν Τύρῳ μηδὲν ἀποδείξαντος Ἰσχύρα, ἀλλὰ συκοφάντου δεικνυμένου καὶ τὴν συσκευὴν αὐτῶν τῆς συκοφαντίας λυούσης εἰς ἀποδείξεις ὑπερτίθενται καὶ ἐπαγγέλλονται πέμ 13.2 ψειν ἐξ ἑαυτῶν τοὺς κατὰ Μαρεώτην πολυπραγμονήσοντας. καὶ οὓς ἡμεῖς παρῃ τούμεθα φανερῶς διὰ πολλὰ καὶ ὡς τὰ Ἀρείου φρονοῦντας καὶ διὰ τοῦτο ἡμῶν ἐχθρούς, ἀπέστειλαν αὐτοὶ κρύφα χρώμενοι τῇ δυναστείᾳ ∆ιόγνιον, Μάριν, Θεόδωρον, Μακε δόνιον, δύο νεωτέρους τὴν ἡλικίαν καὶ τὸν τρόπον Οὐρσάκιον καὶ Οὐάλην ἀπὸ Παννο νίας, καὶ οὗτοι μετὰ τὴν τοσαύτην ὁδόν, ἣν ὑπέμειναν, ἵνα δικάσωσι τῷ ἐχθρῷ, πάλιν ἀπὸ Τύρου καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἠπείγοντο, μηδὲ τὸ μάρτυρες οἱ δικασταὶ γε νέσθαι παραιτησάμενοι, ἀλλὰ πάντα τρόπον ἐπιβουλῆς ἀναδεξάμενοι φανερῶς καὶ πάντα κάματον καὶ πᾶσαν ὁδὸν ὑποστάντες, ἵνα τὴν κατασκευαζομένην συσκευὴν πληρώσωσι. 13.3 καὶ τὸν μὲν ἐπίσκοπον Ἀθανάσιον κατεχόμενον ἐπὶ ξένης ἠφίεσαν, αὐτοὶ δὲ εἰς τὴν τοῦ ἐχθροῦ πόλιν εἰσῄεσαν ὥσπερ ἐπικωμάζοντες τῇ ἐκκλησίᾳ καὶ τῷ λαῷ, καὶ τὸ παρα λογώτερον, Ἰσχύραν τὸν κατήγορον μεθ' ἑαυτῶν ἐπαγόμενοι Μακάριον τὸν κατηγο ρούμενον οὐκ ἐπέτρεψαν ἀκολουθῆσαι, ἀλλ' ἔμφρουρον ἀφῆκαν ἐν Τύρῳ· ἄνω γὰρ καὶ κάτω Μακάριος ὁ πρεσβύτερος τῆς Ἀλεξανδρείας ὑπήγετο παρ' αὐτῶν τῷ ἐγκλήματι.
14.1 Μόνοι τοίνυν μετὰ τοῦ κατηγόρου τὴν Ἀλεξάνδρειαν εἰσελθόντες σύνοικον αὐτὸν καὶ συνέστιον καὶ συμπότην ἔχοντες καὶ τὸν ἔπαρχον τῆς Αἰγύπτου Φιλάγριον παραλα βόντες ἐπὶ τὸν Μαρεώτην ἀπῆλθον. κἀκεῖ δῆθεν ἐποιοῦντο τὴν ἐξέτασιν μόνοι, ὡς ἤθελον, μετὰ τοῦ προειρημένου, πολλὰ τοὺς πρεσβυτέρους παρεῖναι παρακαλέσαντας οὐκ ἐπι τρέψαντες. ἠξίουν δὲ παρεῖναι οἵ τε τῆς πόλεως καὶ τῆς χώρας πάσης πρεσβύτεροι, ἵνα 14.2 τοὺς ὑποβαλλομένους ὑπὸ Ἰσχύρα διελέγξωσι, πόθεν καὶ τίνες εἰσί. καὶ τοὺς μὲν λειτουργοὺς ἐκώλυον παρεῖναι, ἐπὶ δὲ τῶν ἐθνικῶν ἐξήταζον περὶ ἐκκλησίας, περὶ πο τηρίου, περὶ τραπέζης καὶ τῶν ἁγίων,