ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη 28.164 γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστηθι εἰς τὸ μέσον.» Ἡ ἀνάστασις τὸ ἀναστῆναι ἐκέλευσεν· «Ἀνάστηθι, καὶ στῆθι εἰς τὸ μέσον.» Οὐ κομπώδη τὴν ἰατρείαν ἐργαζόμενος· οἶδε γὰρ εὐκαίρως λέγειν, «Ὅρα, μηδενὶ εἴπῃς·» ἀλλ' ὅτε μὲν ἔστιν εὔκαι ρον, κρύβει τὸ θαυματούργημα· ὅτε δὲ δεῖ ἐν Σαββάτῳ θαυματουργῆσαι, τότε φανερώτατα ἐργάζεται. Ζήτη σον τὰ ἐν τοῖς Εὐαγγελίοις γεγραμμένα, καὶ εὑρήσεις τὸ ἀληθὲς τῶν λόγων. Ἐτήρουν ἐν Σαββάτῳ τὰ τῶν θαυματουργημάτων ἐπιδοξότερα· πῶς καὶ τίνα τρό πον; «Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.» Τοῦτο τὸ θαῦμα οὐκ ἐποίησεν ἐν ἑτέρᾳ ἡμέρᾳ, ἀλλ' ἐν Σαββάτῳ. Πη λὸν γὰρ ποιήσας διὰ τοῦ πτῦσαι χαμαὶ, ἐπιχρίσας τοὺς ὀφθαλμοὺς, ἔπεμψεν εἰς τὸν Σιλωάμ· καὶ ἦλθεν ὁ τυφλὸς βλέπων. Οἱ δὲ τὸν τυφλὸν ἰδόντες βλέποντα οὐκ ἀνέβλεψαν. Κἀκείνου μὲν ἠνεῴχθησαν αἱ αἰσθη ταὶ τῶν ὀμμάτων κόραι, Ἰουδαίων δὲ οὐκ ἠνοίχθησαν οἱ ὀφθαλμοί· ἀλλ' ἔχοντες τοὺς ὀφθαλμοὺς ἠνεῳγμέ νους, οὐκ ἔβλεπον, καὶ κατέκριναν τὸν Κύριον λέγον τες, ὅτι «Οὐκ ἔστιν οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.» Ὢ πολλῆς ἀνοίας! Ποῖον γὰρ ἔργον γέγονε; Πτύσμα ἀπὸ χειλέων, ἀπὸ δακτύ λων μόνον ὁ πηλὸς, περίχρισμα λιτὸν, οὐκ ἐργαλείοις ἰατρικοῖς, ἀλλὰ χειρὶ θεοποιήτῳ εἰργασμένον. Τί μέμ φῃ τὸ πραχθέν; Ἔχεις ἐν Σαββάτῳ θαυματούργη μα. Ἀπῆλθεν ὁ τυφλὸς, καὶ ἀπῆλθεν ὁ τυφλὸς βλέ πων. Καὶ ἐν Σαββάτῳ ἐποίει, ἵνα ἀξιόπιστος γένηται, ἐν Σαββάτῳ διδάσκων. Ἔχω καὶ ἄλλο θαυματούργημα. Ἐν Ἱεροσολύμοις προβατική τις ἦν κολυμβήθρα, καὶ νῦν ἐστιν· πέντε στοὰς εἶχε· νῦν γὰρ περιῃρέθη τὰ πέριξ οἰκοδομήματα. Παραλυτικὸς δὲ ἔκειτο ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσιν ἀσθενῶν. Πολὺς γὰρ ὁ χρόνος γίνεται τῆς νόσου, ἵνα, κἂν οὕτως βλέποντες, δυσωπηθῶσιν οἱ Ἰουδαῖοι. Εἰ γὰρ ὀλιγοχρόνιος ἦν ἡ νόσος, ἐλάνθανε τὸ θαῦμα· νυνὶ δὲ πολλὰ ἔτη ἐμαρτύρησε τῇ νόσῳ, ἵνα, κἂν οὕτω βλέποντες, ἀναβλέψωσιν. Ὁ δὲ Σωτὴρ παραγενόμενος, καὶ παράγων, λέγει ἐκείνῳ· «Θέλεις ὑγιὴς γενέσθαι;» καὶ τὰ ἀκόλουθα. Καὶ ἐξεγερθεὶς κἀκεῖνος, αἴρει τὸν κράββατον, καὶ περιπατεῖ. Σάββατον δὲ ἦν. Οἱ δὲ Ἰουδαῖοι οὐκ ἔβλεπον τὸ θαυματούργημα τὸ ἐν Σαββάτῳ γενόμενον, ἀλλὰ τὸν κράββατον βαστα ζόμενον, δέον αὐτοῖς λογίσασθαι· Ἰατροὶ τοιοῦτοι παρ εγένοντο, οὐδεὶς ἐθεράπευσε· πένης ἔκειτο ὁ ἄθλιος, μηδὲ τὸν ῥίπτοντα εἰς τὴν κολυμβήθραν ἔχων. Τοιοῦ τος ὁ θαυματοποιὸς καὶ καινότερα ἐργαζόμενος, ὁ τοσαύτην δύναμιν τῷ παραλυτικῷ δοὺς, ὡς μὴ μό νον ἀναστῆναι, ἀλλὰ καὶ βαστάσαι τὸν κράββατον. Τυφλὸν ἡ πονηρία. Καὶ κρίνουσι τὸν σωθέντα, καὶ λέγουσιν αὐτῷ· «Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν Σαββάτῳ.» Ἀπεκρίνατο ἐκεῖνος· «Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν.» Θεοῦ τὸ ἔργον τὸ προστα χθέν. Ἀσύνηθές ἐστι καὶ τὸ παραλυτικὸν διὰ τριάκοντα καὶ ὀκτὼ ἐτῶν θεραπευθῆναι. Ἐκ τοῦ αὐτοῦ στόματος ἤκουσα τοῦ· Βαστάσαι τὸν κράββατον. Εἰ τὸ σῶμα ἐπήκουσε καὶ ὑγιὲς ἐγένετο, ἐγὼ ἀγνώμων ἔσομαι, 28.165 τῷ μὴ βαστάσαι τὸν κράββατον; Πάλιν οἱ Ἰουδαῖοι οὐκ ἐζήτουν αὐτὸν, ἵνα μάθωσι πῶς ἐθεράπευσε, καὶ προσκυνήσωσι τὸν δόντα τοιαῦτα, ἀλλ' ἵνα αὐτῷ ἐπι βουλεύσωσι. Γέγονε κἀκεῖνο τρίτον τὸ νῦν ἀναγνω σθέν. Εἰσῆλθεν εἰς τὴν συναγωγὴν, πονηρευομένων συναγωγή. Τί γὰρ πονηρότερον εὐεργετουμένων καὶ ἐπιβουλευόντων; Ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἄνθρωπος ἦν χεῖρα ἔχων ξηράν. Ξηρὸς ἦν τις τὴν χεῖ ρα, καὶ οἱ παρόντες ξηροὶ τὴν διάνοιαν, καὶ οὐκ ἔβλε πον τὸν τότε παρόντα· οὐδὲ ὑπώπτευον τὸ θαυ ματούργημα τοῦ ἐργαζομένου. Ὁ δὲ Σωτὴρ, πρὶν ποιῆ σαι τὸ ἔργον, διὰ λόγων ἐγεώργει τὴν διάνοιαν. Εἰδὼς γὰρ τὸ πονηρὸν τῆς διανοίας, καὶ τὸ βάθος τὸ πικρὸν, πρῶτον αὐτοῖς προπαρηγόρει τοῖς λόγοις, καὶ τὸ
8