διαβόλου, αὕτη 793 καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς τῆς θεότητος, ἐκρύβη ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης, ὅπως ὁ διάβολος, θεωρῶν τὴν σάρκα, καὶ μὴ γινώσκων, ὅτι ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης ἐστὶ κεκρυμμένη, προσέλθῃ καὶ προσπαλαίσῃ τῷ Χριστῷ, καὶ οὕτως νικηθῇ ὑπὸ τῆς κεκρυμμένης θεότητος. Ὅπερ καὶ γέγονεν. Ὥσπερ γὰρ ὁ ἁλιεὺς, βουλόμενος κυνηγῆσαι ἰχθὺν, οὐ γυμνὸν τὸ ἄγκιστρον βάλλει εἰς τὴν θάλασσαν, ἀλλ' ἐνδύει ἔξωθεν σκώληκα δόλῳ τὸ ἄγκιστρον, καὶ οὕτως ῥίπτει αὐτὸ εἰς τὴν θάλασσαν ἐνδεδυμένον τὸν σκώληκα· ὁ δὲ ἰχθὺς, θεωρῶν τὸν σκώληκα μόνον, καὶ μὴ γινώσκων, ὅτι σκώληξ μέσον ἐκείνου ἔχει τὸ ἄγκιστρον, ἀλλὰ νομίζων δίχα ἀγκίστρου τὸν σκώληκα εἶναι μονώτατον, πλανώμενος ὑπὸ τοῦ ἀγκίστρου κρατεῖται· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Βου-ληθεὶς γὰρ κυνηγῆσαι τὸν ἐν τοῖς ἀπείροις ὕδασι τῆς ἀβύσσου ἐμφωλευόμενον ἰοβόλον ἰχθὺν, ἢ μᾶλλον μέγαν δράκοντα τὸν διάβολον, οὐ γυμνῇ τῇ θεότητι αὐτοῦ τῷ διαβόλῳ προσέφερε, ἀλλὰ δόλῳ τὸν σκώληκα τὴν παναγίαν αὐτοῦ σάρκα, ἣν ἐκ τῆς Ἀει-παρθένου Μαρίας, τῆς παναγιωτάτης γῆς, δίχα φυρμοῦ ἐνεδύσατο, κατὰ τὸν φάσκοντα θεῖον ∆αβίδ· «Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,» ἐκάλυψε τὸ ἱερώτατον ἄγκιστρον τὸν κοσμοσωτήριον αὐτοῦ σταυ-ρὸν, ἐν αὐτῷ προσπαγεὶς, καὶ δι' αὐτοῦ λαθεῖν βουλη-θεὶς τὴν ἑαυτοῦ θεότητα, ὑφ' οὗ πλανηθεὶς καὶ κρατη-θεὶς ὁ ἰοβόλος καὶ ὀφιοδήκτης οὗτος ἰχθὺς, ὁ μέγας δράκων διάβολος, ὁ τοῦ παραδείσου ἐξώσας καὶ θα-νατώσας τὸν ἄνθρωπον, νικηθεὶς ἀπώλετο. Ὥστε ἡ μὲν θεότης εἰς τύπον τοῦ ἀγκίστρου ἐστὶν, ἡ δὲ ἀνθρωπότης εἰς τύπον τοῦ σκώληκος. Θεωρήσας οὖν ὁ διάβολος ἔξωθεν τὸ ἀνθρώπινον καὶ μὴ νοήσας τὴν ἐν αὐτῷ ἔσωθεν ἐγκεκρυμμένην θεότητα, ἐπλανήθη, καὶ προσελθὼν τῇ ἀνθρωπότητι, ἐκρατήθη ὑπὸ τοῦ ἀνεικάστου καὶ ἀκατανικήτου ἀγκίστρου τῆς θεότητος· καὶ οὕτως ἐνικήθη ὁ μέγας δράκων διάβολος. ∆ιὰ τοῦτο οὐκ ἦλθεν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ γυμνῇ τῇ αὐτοῦ θεότητι κυνηγῆσαι τὸν διάβολον, ἀλλ' ἐφόρεσε τὴν σάρκα, καὶ οὕτως εἰσῆλθε. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τοῦ γενέσθαι τὴν σάρκωσιν. Καὶ ὥσπερ αὐτὸς ὁ διάβολος, βουληθείς ποτε πλανῆσαι τὸν ἄνθρωπον, καὶ τοῦ παραδείσου ἐκβαλεῖν, οὐ προσῆλθε τῇ Εὔᾳ γυμνῇ τῇ ἑαυτοῦ διαβολότητι, ἀλλ' ἐφόρεσε σάρκα τὸν ὄφιν, καὶ οὕτως προσῆλθε, καὶ ἐπλάνησεν αὐτήν· ᾔδει γὰρ ὁ δόλιος, ὅτι, εἰ προσέλθῃ αὐτῇ γυμνῇ τῇ διαβολότητι αὐτοῦ, οὐκ ἂν αὐτὴν πλανῆσαι δυνήσεται· καὶ διὰ τοῦτο ἐνεδύθη ὥσπερ σάρκα τὸν ὄφιν, καὶ διὰ τοῦ σαρκοφόρου ὄφεως τὴν Εὔαν ἐπλάνησε. Καὶ ὁ μὲν ὄφις ἐφαί-νετο, ὁ δὲ διάβολος οὐκ ἐφαίνετο. Καὶ διὰ τοῦ φαινο-μένου ὄφεως ἐνήργει ὁ ἀθεώρητος ὄφις διάβολος. ∆ύο γὰρ φύσεις ἐν ἑνὶ προσώπῳ ἀπῆγον τότε ἐπὶ τῶν προπατόρων τὴν ἔκπτωσιν. Καὶ ὥσπερ τότε διαβο-λότης καὶ ὀφιότης δύο φύσεις ἐν ἑνὶ προσώπῳ ἡνώ-θησαν, καὶ ἡ μὲν μία φύσις, ἤγουν ἡ ὀφιότης ἐφαίνετο, ἡ δὲ ἑτέρα, ἤτοι ἡ διαβολότης, οὐκ ἐφαίνετο, καὶ ἐξέβαλε τὸν ἄνθρωπον ἐκ τοῦ παραδείσου· οὕτως 796 καὶ ἐπὶ τοῦ Χριστοῦ δύο φύσεις εἰς ἒν πρόσωπον θεότης καὶ ἀνθρωπότης ἡνώθησαν· καὶ ἡ μὲν ἀνθρω-πότης ἐφαίνετο, ἡ δὲ θεότης οὐκ ἐφαίνετο, καὶ διὰ τῆς φαινομένης ἀνθρωπότητος ἡ θεότης ἐνήργει ἡ ἀθεώρητος, καὶ τὸν ἐκ τοῦ παραδείσου πάλαι ἐξ-ορισθέντα ἄνθρωπον, αἱ καλαὶ δύο φύσεις αὗται, ἡ θεότης φημὶ καὶ ἀνθρωπότης, εἰς αὐτὸν πάλιν καὶ νῦν ἐνέβαλον. Καὶ αὕτη ἐστὶν ἡ αἰτία, δι' ἧς ὁ Θεὸς ἐσαρκώθη καὶ ἐγένετο ἄνθρωπος· ὅτι αὐτῷ πρέπει δόξα εἰς ἀπεράντους αἰῶνας. Ἀμήν.
8