Testimonia e scriptura de communi essentia patris et filii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

 δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ

 οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ ∆οξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν

 ἐκάλεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα

 Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθ

 ἔστιν ἐπινοῆσαι, ὅτι κατ' ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ γὰρ

 τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ

 Γραφή. Ἄλλο· ∆ιὰτοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕ

 Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦ

 δόξης τοῦ με γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ

 ∆όξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά σεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς·

 τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς Θεὸς καὶ Κύριος. Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ

 «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.» Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλά λησεν

 Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανι

 ἐποίησε τὴν μνήμην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀνα στάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀνα

 ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέχει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγία

 ἐπιθυμητικοῦ, ἤτοι ἐμψύχου. Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητικὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρ

Γραφή. Ἄλλο· ∆ιὰτοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ ∆ιαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕτως λέγει· «Καὶ μνησθήσομαι τῆς διαθήκης μου τῆς πρὸς Ἰα κὼβ, καὶ τῆς διαθήκης μου τῆς πρὸς Ἰσαὰκ, καὶ τῆς διαθήκης μου τῆς πρὸς Ἀβραάμ.» Ἄλλο· «∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ ἄλλο· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσ ώπου σου ποῦ φύγω;» Ὅτι προτάττεται τοῦ Πατρὸς ὁ Υἱός. Λέγει ὁ Σωτήρ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Ἄλλο· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ πάλιν ὁ Ἀπόστολος· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.» Πρὸς τοὺς λέγοντας τὸ, ἐξ οὗ, καὶ δι' οὗ, δια φέρειν, καὶ διδόντας τὸ μὲν, ἐξ οὗ, τῷ Πατρὶ, τὸ δὲ, δι' οὗ, τῷ, ὡς ἔλαττον. Εὑρίσκομεν δὲ ἐκ τῶν Γραφῶν, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς λέγεται τὸ, «δι' οὗ,» καὶ ἐπὶ τοῦ Υἱοῦ, τὸ, «ἐξ οὗ,» καὶ ἐπὶ Πνεύματος ὁμοίως. Περὶ τοῦ Πατρὸς ὁ Ἀπόστολος λέγει· «Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Ἄλλο· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·» καὶ πάλιν· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.» Καὶ τὸ, «Ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πα τρός.» Καὶ πάλιν, ὅτε ἐγεννήθη Κάϊν, Εὔα εἰρή κει· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.» Καὶ πάλιν τῷ Ἰωσὴφ εἰς τὴν φυλακὴν οὐχὶ διὰ τοῦ Θεοῦ 28.53 ἡ διασάφησις δίδοται; Περὶ τοῦ Υἱοῦ ἐκ τῆς προφη τείας Ἡσαΐου Παῦλος εἶπεν· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Εἰ δὲ ἀντιλέγει ὁ αἱρετικὸς τῷ Πατρὶ τῷ Θεῷ λελέχθαι τὴν, «δι' οὗ,» φωνὴν, πρέπειν δώσει καὶ τὴν ἴσην ἀξίαν τῷ Υἱῷ· καὶ πάλιν Ἐφεσίοις ὁ Ἀπόστολος· «Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον,» καὶ τὰ ἑξῆς. Καὶ πρὸς Κολοσσαεῖς πρὸς τοὺς οὐκ ἔχοντας τὴν γνῶσιν τοῦ Μονογενοῦς εἴρηται· «Ὅτι ὁ κρατῶν τὴν κεφαλὴν,» τουτέστι τὸν Χριστὸν, «ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν, καὶ τῶν συνδέσμων,» καὶ τὰ ἑξῆς· καὶ τὸ, «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ αὐτὸς ὁ Κύριος λέγει· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ πάλιν λέγει· «Ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.» Περὶ τοῦ Πνεύματος· «Ὁ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ ὁ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτιἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.» Καὶ ὁ ἄγγελος λέγει· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ὁ Κύ ριός φησι· «Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.» Εἰ δὲ τὸ, «ἐξ οὗ,» ἐπιτάττοντός ἐστι, τουτέστι τοῦ Πατρὸς, ποῦ τις θήσει τὸ, «Οὐ γέγονεν ἀνὴρ ἐκ γυναικὸς, ἀλλ' ἡ γυνὴ ἐξ ἀνδρός;» Ἆρα τὸν ἄνδρα Θεὸν ἐροῦμεν; Ὅτι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός ἐστί τινα κοινὰ ὀνόματα, ὥσπερ τὸ, Θεὸς, τὸ, Κύριος, Ἅγιος, Ἀγαθὸς, Πνεῦμα, καὶ ἄλλα τινὰτοιαῦτα. Ἐπὶ ποσὸν οὖν ἐν περινοίᾳ γενέσθαι, Πνεῦμα ὠνό μασται· ὡς, «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦν τας αὐτῷ, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Καὶ πάλιν περὶ τοῦ Υἱοῦ· «Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος.» Ἅγιος ὁ Πατὴρ, καὶ ἅγιος ὁ Υἱὸς, τὸ δὲ Πνεῦμα οὐχ ἁγιαζόμενόν ἐστιν, ἀλλ' ἁγιάζον· ἀγαθὸν, ὡς ἀγαθὸς ὁ Πατὴρ, καὶ ὁ ἐκ τοῦ ἀγαθοῦ ἀγαθὸς γεννηθεὶς Υἱός· εὐθὲς Πνεῦμα, ὡς εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, τῷ εἶναι αὐτοαλήθεια, δικαιοσύνη διὰ τὸ ἄτρεπτον τῆς οὐσίας· Παράκλητος, ὡς μονογενής· κατὰ τό· «Ἐγὼ παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν.» Οὕτω κοινὸν τὸ ὄνομα πρὸς

8