μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρετε τῷ πατρὶ λέγοντες ἃ οἴδατε· κἀγὼ δὲ ὡς τῇ ἡλικίᾳ πρεσβύτερος ὑμῶν, ἃ οἶδα καὶ ὧν πεπείραμαι μεταδίδωμι. Ἔστω δὲ προηγουμένως κοινὴ πᾶσιν αὕτη σπουδὴ, ἀρξαμένους μὴ ὑπενδοῦ ναι, μηδὲ ἐκκακεῖν ἐν τοῖς πόνοις, μηδὲ λέγειν· Ἐχρο νίσαμεν ἐν τῇ ἀσκήσει· ἀλλὰ μᾶλλον ὡς ἀρχόμενοι καθ' ἡμέραν, τὴν προθυμίαν ἐπαυξήσωμεν. Ὅλος γὰρ ὁ τῶν ἀνθρώπων βίος βραχύτατός ἐστι, μετρού μενος πρὸς τοὺς μέλλοντας αἰῶνας· ὥστε καὶ πάντα τὸν χρόνον ἡμῶν μηδὲν εἶναι πρὸς τὴν αἰώνιον ζωήν. Καὶ πᾶν μὲν πρᾶγμα ἐν τῷ κόσμῳ τοῦ ἀξίου πιπρά σκεται, καὶ ἴσον ἴσῳ τις ἀντικαταλλάσσει· ἡ δὲ ἐπαγ γελία τῆς αἰωνίου ζωῆς ὀλίγου τινὸς ἀγοράζεται. Γέγραπται γάρ· Αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν, κόπος καὶ πόνος. Ὅταν τοίνυν πάντα τὰ ὀγδοήκοντα ἔτη, ἢ καὶ ἑκατὸν διαμείνωμεν ἐν τῇ ἀσκήσει, οὐκ ἴσα τοῖς ἑκατὸν ἔτεσι βασιλεύσομεν, ἀλλ' ἀντὶ τῶν ἑκατὸν αἰῶνας αἰώνων βασιλεύσομεν· καὶ ἐπὶ γῆς ἀγωνισά μενοι, οὐκ ἐν γῇ κληρονομοῦμεν, ἀλλ' ἐν οὐρανοῖς ἔχομεν τὰς ἐπαγγελίας· πάλιν δὲ φθαρτὸν ἀποθέμε νοι τὸ σῶμα, ἄφθαρτον ἀπολαμβάνομεν αὐτό. Ὥστε, τέκνα, μὴ ἐκκακῶμεν, μηδὲ νομί ζωμεν χρονίζειν, ἢ μέγα τι ποιεῖν. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν. Μηδὲ εἰς τὸν κόσμον βλέποντες νομίζωμεν μεγάλοις τισὶν ἀποτε τάχθαι· καὶ γὰρ καὶ αὐτὴ πᾶσα ἡ γῆ βραχυτάτη πρὸς ὅλον τὸν οὐρανόν ἐστιν. Εἰ τοίνυν καὶ πάσης τῆς γῆς κύριοι ἐτυγχάνομεν, καὶ ἀπετασσόμεθα τῇ γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς 26.869 χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκα τὸν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν, καὶ ἀποτασ σόμενος αὐτῇ, ὀλίγον ἀφίησι, καὶ ἑκατονταπλασίονα λαμβάνει. Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν κατα λιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾷν. Ἄλλως τε ὀφείλομεν λογίζεσθαι, ὅτι, κἂν μὴ ἀφῶμεν δι' ἀρετὴν, ἀλλ' ὕστερον ἀποθνήσκοντες καταλιμπάνομεν αὐτὰ πολ λάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλη σιαστής. ∆ιὰ τί οὖν μὴ δι' ἀρετὴν ἡμεῖς καταλιμπά νομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν; ∆ιὰ τοῦτο μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω. Τί γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ' ἑαυ τῶν; τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ' ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, δικαιο σύνη, σωφροσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλο πτωχία, πίστις ἡ εἰς Χριστὸν, ἀοργησία, φιλοξενία; Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ ποιοῦντα ἡμῖν ξενίαν ἐν τῇ γῇ τῶν πραέων. Ὥστε καὶ ἐκ τοιούτων πειθέτω τις ἑαυτὸν μὴ ὀλιγωρεῖν· καὶ μάλιστα, ἐὰν λογίσηται, δοῦλον ἑαυτὸν εἶναι τοῦ Κυρίου, καὶ ὀφείλοντα τῷ δεσπότῃ δουλεύειν. Ὥσπερ οὖν ὁ δοῦλος οὐκ ἂν τολμήσῃ λέ γειν· Ἐπειδὴ χθὲς εἰργασάμην, οὐκ ἐργάζομαι σήμερον· οὐδὲ τὸν παρελθόντα χρόνον μετρῶν, παύ σεται τῶν ἑξῆς ἡμερῶν, ἀλλὰ καθ' ἡμέραν, ὡς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, τὴν αὐτὴν προθυμίαν δείκνυ σιν, ἵνα τῷ κυρίῳ αὐτοῦ ἀρέσκῃ, καὶ μὴ κινδυ νεύσῃ· οὕτω καὶ ἡμεῖς καθ' ἡμέραν ἐπιμένωμεν τῇ ἀσκήσει, εἰδότες, ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν ἀγανακτήσει καθ' ἡμῶν. Οὕτως καὶ ἐν τῷ Ἰεζεχιὴλ ἠκούσαμεν· οὕτως καὶ ὁ Ἰούδας διὰ νύκτα μίαν ἀπώλεσε καὶ τοῦ παρελθόντος χρόνου τὸν κάματον. 26.872 Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ ἀκηδιῶμεν. Ἔχομεν γὰρ
8