κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθουσῶν ἐπύθετο αὐτῆς λέγουσα· Εἰ τέλειον ἀγαθὸν ἡ ἀκτημοσύνη; Ἡ δὲ εἶπε· Καὶ πάνυ ἀγαθὸν ταῖς δυναμέναις. Αἱ γὰρ ὑπομένουσαι τοῦτο, θλίψιν μὲν ἔχουσι τῇ σαρκὶ, τῇ δὲ ψυχῇ ἄνεσιν. Ὥσπερ γὰρ τὰ στεῤῥὰ ἱμάτια πα τούμενα καὶ βιαίως περιστρεφόμενα πλύνεται καὶ λευκαίνεται, οὕτως καὶ ἡ ἰσχυρὰ ψυχὴ διὰ τῆς ἑκου σίου πενίας ἐπὶ πλεῖον κρατύνεται· αἱ δὲ ἀσθενέστε ρον τὸν λογισμὸν ἔχουσαι τὸ ἐναντίον ταῖς πρώταις πάσχουσι. Καὶ γὰρ πρὸς ὀλίγον θλιβεῖσαι, ὥσπερ τὰ διεῤῥωγότα ἱμάτια, ἀπόλλυνται, μὴ φέρουσαι τὴν διὰ τῆς ἀρετῆς πλύσιν. Καὶ εἷς ὁ τεχνίτης, διάφορον δὲ τῶν ἱματίων τὸ τέλος· τὰ μὲν γὰρ ῥήγνυται καὶ ἀπόλλυται, τὸ δὲ λευκαίνεται καὶ ἀνακαινίζεται. Φαίη οὖν ἄν τις, ἀγαθὸν κειμήλιον τὴν ἀκτημοσύνην τῷ ἀνδρείῳ φρονήματι· καὶ γὰρ τῶν πρακτικῶν ἁμαρτημάτων χαλινὸς τυγχάνει. ∆εῖ δὲ πρῶτον ἐγγυμνασθῆναι τοῖς πόνοις· λέγω δὲ, νηστείᾳ τε καὶ χαμευνίᾳ, καὶ τοῖς ἄλλοις κατὰ μέρος, καὶ οὕτως ταύτην τὴν ἀρετὴν κτήσα σθαι. Οἱ γὰρ μὴ οὕτω ποιήσαντες, ἀθρόως δὲ ἐπὶ τὴν ἀποβολὴν τῶν χρημάτων δραμόντες, ὡς ἐπίπαν μεταμέλῳ ἑάλωσαν. Ὄργανον γὰρ τοῦ ἀπολαυστικοῦ βίου τὰ χρήματα τυγχάνει. Ἄνελε οὖν πρῶτον τὴν ἑαυτοῦ τέχνην, τουτέστι τὴν γαστριμαργίαν καὶ τὸ ἁβροδίαιτον, καὶ οὕτως εὐκόλως περιτέμνειν τὴν σαυτοῦ δυνήσῃ τῶν χρημάτων ὕλην. Βαρὺ γὰρ οἶμαι, τέχνης παρούσης, ὄργανον μὴ τυγχάνειν. Ὁ γὰρ μὴ ἀποβαλὼν τὸ πρῶ τον, πῶς τὸ δεύτερον ἐξῶσαι δυνήσεται; ∆ιὰ τοῦτο καὶ ὁ Σωτὴρ, πρὸς τὸν πλούσιον διαλεγόμενος, οὐκ ἀθρόως αὐτῷ τὴν ἀποβολὴν τῶν χρημάτων προστάσ σει· ἀλλὰ προερωτᾷ αὐτὸν, εἰ τὰ τοῦ νόμου πεποί ηκε. Καὶ διδασκάλου γνησίου πρόσωπον ἀναδεξάμε νος ὁ Κύριος ἐρωτᾷ· Εἰ τὰ στοιχεῖα ἔμαθες, εἰ τὰς 28.1508 συλλαβὰς παρείληφας, καὶ ἁπλῶς εἰ τῶν ὀνομάτων ἐν ἕξει γέγονας, δεῦρο λοιπὸν καὶ ἐπὶ τὴν τελειοτά την ἀνάγνωσιν· τουτέστιν· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ τάχα οἶμαι, ὡς εἰ μὴ τὰ ἐξετασθέντα ἦν ὑποσχόμε νος πεποιηκέναι, οὐκ ἂν αὐτὸν ἐπὶ τὴν ἀκτημοσύνην προετρέψατο. Πῶς γὰρ ἂν ἠδύνατο πρὸς ἀνάγνωσιν ὁρμῆσαι, τὴν τῶν συλλαβῶν ἀγνοῶν δύναμιν; Καλὴ οὖν ἡ ἀκτημοσύνη τοῖς ἐν ἕξει τῶν κα λῶν γεγενημένοις· πάντων γὰρ τῶν περιττῶν τὴν ἀποβολὴν ποιησάμενοι, πρὸς τὸν Κύριον φέρουσι τὸ νεῦμα, τὸ θεῖον ἐκεῖνο ᾄδοντες λόγιον καθαρῶς, τὸ λέγον· Οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς σὲ ἐλπίζουσι· καὶ σὺ δίδως τὴν τροφὴν τοῖς ἀγαπῶσί σε ἐν εὐκαιρίᾳ. Ἄλλως τε πάλιν μεγάλην ὠφέλειαν εἰσπράτ τονται· μὴ ἔχοντες γὰρ τὸν νοῦν πρὸς τὸν ἐν γῇ θη σαυρὸν, τὴν οὐρανῶν βασιλείαν ἀμφιέννυνται· καὶ τὸ ὑπὸ τοῦ ὑμνῳδοῦ ∆αβὶδ ῥῆμα ἐκτελοῦσι σαφῶς, τὸ λέγον· Κτηνώδης ἐγενήθην παρὰ σοί. Ὥσπερ γὰρ τὰ ὑποζύγια, τὴν ἰδίαν ἐργασίαν ποιούμενα, ταῖς πρὸς τὸ ζῇν τροφαῖς μόναις ἀρκοῦνται· οὕτω καὶ οἱ τῆς ἀκτημοσύνης ἐργάται, τὴν μὲν τοῦ ἀργυρίου χρῆσιν ὡς μηδὲν οὖσαν λογίζονται, πρὸς μόνην δὲ τὴν ἐφ ήμερον τροφὴν τὴν διὰ τοῦ σώματος ἐργασίαν ποιοῦν ται. Οὗτοι τῆς πίστεως τὴν κρηπῖδα κατέχουσι· πρὸς αὐτοὺς γὰρ εἴρηται παρὰ τοῦ Κυρίου τὸ μὴ μεριμνᾷν περὶ τῆς αὔριον· καὶ ὅτι, Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρει, οὐδὲ θερίζει, καὶ ὁ Πατὴρ ὁ οὐράνιος τρέφει αὐτά. Τούτοις τοῖς λόγοις ἐθάῤῥησαν (Θεὸς γὰρ ὁ λαλήσας), πεπαῤῥησιασμένως τὸ γραφικὸν ἐκεῖνο φθέγγονται ῥῆμα, τὸ λέγον· Ἐπίστευσα, δι' ὃ ἐλάλησα. Καὶ ὁ ἐχθρὸς δὲ ἐπὶ τῶν ἀκτημόνων πλέον ἡτ τᾶται· τί γὰρ βλάψῃ, οὐκ ἔχει. Αἱ γὰρ πλεῖσται τῶν λυπῶν καὶ τῶν πειρασμῶν ἐν ταῖς ἀφαιρέσεσι τῶν χρημάτων γίνονται. Τί γὰρ ἔχει ποιῆσαι τοῖς ἀκτή μοσιν; οὐκ ἔχει. Χωρία
8