κἀκεῖνος τοῦ θανάτου λελυμένος, παίζων καὶ ἀγαλλιώμενος σὺν τῇ νύμφῃ τῇ εἰς σωτηρίαν ἡμῶν βοηθῷ, τῇ ἐκκλησίᾳ· ᾗ ὑπομονὴ ὄνομα πάγιον τέθειται, ἤτοι ἐπεὶ μόνη αὕτη εἰς τοὺς αἰῶνας μένει χαίρουσα ἀεὶ ἢ ἐξ ὑπομονῆς τῶν πιστευόντων συνέστηκεν, οἵ ἐσμεν μέλη Χριστοῦ· καὶ ἡ τῶν εἰς τέλος ὑπομεινάντων μαρτυρία καὶ ἡ ἐπὶ τούτοις εὐχαριστία, αὕτη δέ ἐστιν ἡ μυστικὴ παιδιὰ καὶ ἡ σὺν τῇ 1.5.22.3 σεμνῇ θυμηδίᾳ βοηθοῦσα σωτηρία. Ὁ γοῦν βασιλεὺς ὁ Χριστὸς ἄνωθεν ἡμῶν ἐπισκοπεῖ τὸν γέλωτα καὶ διακύψας τῆς θυρίδος, ὥς φησιν ἡ γραφή, τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν ἀγαλλίασίν τε καὶ εὐφροσύνην, ἔτι τε ὑπομονὴν συνεργοῦσαν, καὶ τὴν τούτων συμπλοκήν, τὴν ἐκκλησίαν, ἐποπτεύει τὴν ἑαυτοῦ, μόνον ἐπιδεικνὺς τὸ πρόσωπον τὸ αὑτοῦ τὸ λεῖπον τῇ 1.5.23.1 ἐκκλησίᾳ, βασιλείῳ τελειουμένῃ κεφαλῇ. Καὶ ποῦ ἄρα ἦν ἡ θυρίς, δι' ἧς ὁ κύριος ἐδείκνυτο; ἡ σάρξ, δι' ἧς πεφανέρωται. Αὐτὸς δὲ ὁ Ἰσαάκ, καὶ γὰρ ἔστιν ἑτέρως ἐκλαβεῖν, τύπος ὅς ἐστὶ τοῦ κυρίου, παῖς μὲν ὡς υἱός, καὶ γὰρ υἱὸς ἦν Ἀβραὰμ ὡς ὁ Χριστὸς τοῦ θεοῦ, ἱερεῖον δὲ ὡς ὁ κύριος. Ἀλλ' οὐ κεκάρπωται ὡς ὁ κύριος, μόνον ἐβάστασε τὰ ξύλα τῆς ἱερουρ1.5.23.2 γίας ὁ Ἰσαάκ, ὡς ὁ κύριος τὸ ξύλον. Ἐγέλα δὲ μυστικῶς, ἐμπλῆσαι ἡμᾶς προφητεύων χαρᾶς τὸν κύριον τοὺς αἵματι κυρίου ἐκ φθορᾶς λελυτρωμένους. Οὐκ ἔπαθεν δέ, οὐ μόνον εἰκότως ἄρα ὁ Ἰσαὰκ τὰ πρωτεῖα τοῦ πάθους παραχωρῶν τῷ λόγῳ, ἀλλὰ καὶ τοῦ κυρίου τὴν θειότητα αἰνίττεται μὴ σφαγείς· ἀνέστη γὰρ μετὰ τὴν κηδείαν ὁ Ἰησοῦς ** μὴ παθών, καθάπερ ἱερουργίας ἀφειμένος ὁ Ἰσαάκ. 1.5.24.1 Μέγιστον δὲ εἰς συνηγορίαν καὶ ἄλλο παραθήσομαι τοῦ προκειμένου. Τὸν κύριον αὐτὸν ὀνομάζει παιδίον, τοῦτο διὰ Ἡσαΐου θεσπίζον, τὸ πνεῦμα· ἰδοὺ παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἐκλήθη 1.5.24.2 τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Τί οὖν τὸ παιδίον τὸ νήπιον, οὗ κατ' εἰκόνα ἡμεῖς οἱ νήπιοι; ∆ιὰ τοῦ αὐτοῦ προφήτου διηγεῖται τὸ μέγεθος αὐτοῦ· θαυμαστὸς σύμβουλος, θεὸς δυνάστης, πατὴρ αἰώνιος, ἄρχων εἰρήνης τῷ πληθύνειν τὴν παιδείαν· καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας. 1.5.24.3 Ὢ τοῦ μεγάλου θεοῦ, ὢ τοῦ τελείου παιδίου· υἱὸς ἐν πατρί, καὶ πατὴρ ἐν υἱῷ· καὶ πῶς οὐ τέλειος ἡ παιδεία τοῦ παιδίου ἐκείνου, ἣ ἐπὶ πάντας διήκει τοὺς παῖδας ἡμᾶς παιδαγωγοῦσα τοὺς νηπίους αὐτοῦ; Οὗτος εἰς ἡμᾶς ἐξεπέτασε τὰς χεῖρας 1.5.24.4 τὰς ἐναργῶς πεπιστευμένας. Τούτῳ προσμαρτυρεῖ τῷ παιδίῳ καὶ Ἰωάννης ὁ μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης· ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ. Ἐπεὶ γὰρ ἄρνας ὀνομάζει ἡ γραφὴ τοὺς παῖδας τοὺς νηπίους, τὸν θεὸν τὸν λόγον τὸν δι' ἡμᾶς ἄνθρωπον γενόμενον, κατὰ πάντα ἡμῖν ἀπεικάζεσθαι βουλόμενον, ἀμνὸν κέκληκεν τοῦ θεοῦ, τὸν υἱὸν τοῦ θεοῦ, τὸν νήπιον τοῦ πατρός. 1.6.t.1 Πρὸς τοὺς ὑπολαμβάνοντας τὴν τῶν παιδίων καὶ νηπίων προσηγορίαν τὴν τῶν πρώτων μαθημάτων αἰνίττεσθαι διδαχήν. Ἔξεστι δὲ ἡμῖν ἐκ περιουσίας πρὸς τοὺς φιλεγκλήμονας ἐπαποδύσασθαι· οὐ γὰρ παῖδες ἡμεῖς καὶ νήπιοι πρὸς τὸ παιδαριῶδες καὶ εὐκαταφρόνητον τῆς μαθήσεως προσηγορεύμεθα, καθὼς οἱ εἰς γνῶσιν πεφυσιωμένοι διαβεβλήκασιν· ἀναγεννηθέντες γοῦν εὐθέως τὸ τέλειον ἀπειλήφαμεν, οὗ ἕνεκεν ἐσπεύδομεν. Ἐφωτίσθημεν γάρ· τὸ δὲ ἔστιν ἐπιγνῶναι τὸν θεόν. Οὔκουν ἀτελὴς ὁ ἐγνωκὼς τὸ τέλειον. Καί μου μὴ λάβησθε ὁμολογοῦντος ἐγνωκέναι τὸν θεόν. Ὧδέ πως γὰρ 1.6.25.2 ἔδοξεν εἰπεῖν τῷ λόγῳ· ὃ δὲ ἐλεύθερος. Αὐτίκα γοῦν βαπτιζομένῳ τῷ κυρίῳ ἀπ' οὐρανῶν ἐπήχησε φωνὴ μάρτυς ἠγαπημένου υἱός μου εἶ σὺ ἀγαπητός, ἐγὼ σήμερον γεγέννηκά σε. Πυθώμεθα οὖν τῶν σοφῶν· σήμερον ἀναγεννηθεὶς ὁ Χριστὸς ἤδη τέλειός ἐστιν ἤ, ὅπερ ἀτοπώτατον, ἐλλιπής; Εἰ δὲ τοῦτο, προσμαθεῖν τι αὐτῷ δεῖ. Ἀλλὰ προσμαθεῖν μὲν αὐτὸν εἰκὸς οὐδὲ ἓν θεὸν ὄντα. Οὐ γὰρ μείζων τις εἴη τοῦ λόγου