Protrepticus

 δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέσ

 ἐμπνέῃ, ὃ δὲ χωρήσῃ τὸν 1.5.4 κύριον. Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ ε

 καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων 1.7.6 συνέθαψεν αὐτούς, ἔ

 Ἀκουσάτω ἡ οὐ τίκτουσα· ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς

 δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια· ∆ηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδου

 βουκόλος, τὸ κέντρον, βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι. 2.17.1 Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσω

 συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ 2.20.3 τοῦτο Ἀθήνησι γένος ἤνθησεν. Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν

 θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον 2.24.2 νόσου. Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον

 ἀνέπλασάν τινας σωτῆρας ∆ιοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸνἰατρόν. 2.27.1 Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκ βάσεις τῆς ἀληθε

 Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. Ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. 2.29.5 Ἥφαιστος

 τε θεῶν τε· τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. Ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ

 μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν 2.34.5 ἐκτελῶν τῷ νεκρῷ. Ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίσταντα

 παιδεύεται σωφρονεῖν. Γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος· ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός. Ζητεῖς σου τὸν ∆ία; μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆ

 2.39.8 ἐκείνων ἐπεφήμισαν. Ἡρακλείδης δὲ ἐν Κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου τὸ

 ὁλοκαυτεῖν 3.42.7 ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς ∆ημάρατος ἐν πρώτῃ Τραγῳ

 Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ

 Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ ∆ιομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ ∆ημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσ

 μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ· τήρησον αὐτὸ καθαρόν, ἵνα ᾖ καλόν. Βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος· ἐλεύθερον μεινάτω· τότε σου γνωρίσω τὸ κάλ

 λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας· καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμ

 καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος. Τί με δεῖ καταλέγειν Ἀλέξαρχον (γραμματικὸς ο

 4.56.4 ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; Τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπο

 αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοι δαῖς πεποιηκότες. Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖα

 ποιήσεις, φησὶν ὁ προφήτης, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ 4.62.3 γῇ κάτω. Ἦ πού γ' ἂν ἔτι τὴν Πραξιτέλους ∆ήμητρα καὶ Κόρην κα

 σέβοντες πεπόνθασιν· τὸ γὰρ πῦρ τοῦτο ἕτεροι Ἥφαιστον ὠνόμασαν. 5.65.1 Περσῶν δὲ οἱ Μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοί, πρὸ

 ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ δίναις τε ἀτάκτοις ὑποβεβλημένους; Τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα

 βουλῇ· ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον. 6.71.1 Καί

 παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζ

 ἀδικίας κενώσετε. 8.77.1 Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν

 ἐμαυτοῦ ὀμνύω. Τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχό

 Πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; Ἀλλ' ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε ἐν τοῖς τοῦ πατρὸς γενήσεται, τότε κληρ

 τῶν Ἑβραίων πλανῆται· οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε

 10.89.1 Ἀλλ' ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον. Καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισ

 τὴν μετάνοιαν ἀπαιτεῖ. Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰ

 κόλασιν; Τί οὐ καταδεχόμεθα τὴν δωρεάν; Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικα

 10.98.3 σατο; Τίς ἀθανασίαν ὑπέσχηται; Μόνος ὁ τῶν ὅλων δημιου ργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀ

 ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο· πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; Π

 φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτ

 τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· 10.107.3 δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ πρ

 αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν

 ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύν θης. 11.114.1 Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας· τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγό

 ἡ μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν· Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς ε

 προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον· τότε μου κ

 12.121.1 Σπεύσωμεν, δράμωμεν, ὦ θεοφιλῆ καὶ θεοείκελα τοῦ λόγου [ἄνθρωποι] ἀγάλματα· σπεύσωμεν, δράμωμεν, ἄρωμεν τὸν ζυγὸν αὐτοῦ, ἐπιβάλωμεν ἀφθαρσίᾳ,

συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ 2.20.3 τοῦτο Ἀθήνησι γένος ἤνθησεν. Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν) ξενίσασα ἡ Βαυβὼ τὴν ∆ηὼ ὀρέγει κυκεῶνα αὐτῇ· τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης (πενθήρης γὰρ ἦν) περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ· ἣ δὲ τέρπεται τῇ ὄψει ἡ ∆ηὼ καὶ μόλις ποτὲ δέχεται τὸ 2.21.1 ποτόν, ἡσθεῖσα τῷ θεάματι. Ταῦτ' ἔστι τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια. Ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει. Παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν' ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν· ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον· παῖς δ' ἦεν Ἴακχος, χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις· ἡ δ' ἐπεὶ οὖν μείδησε θεά, μείδησ' ἐνὶ θυμῷ, δέξατο δ' αἰόλον ἄγγος, ἐν ᾧ κυκεὼν ἐνέκειτο. 2.21.2 Κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων· "ἐνήστευσα, ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον καὶ ἐκ καλάθου εἰς κίστην." Καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα. 2.22.1 Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ "μεγαλήτορος", μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, οὕστινας "μένει 2.22.2 τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται." Τίσι δὴ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος; "Νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις", τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ· "τὰ γὰρ νομιζόμενα κατὰ ἀνθρώπους 2.22.3 μυστήρια ἀνιερωστὶ μυοῦνται." Νόμος οὖν καὶ ὑπόληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστιν θρῃσκευομένη, τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνορ 2.22.4 γιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προστρεπομένων. Οἷαι δὲ καὶ αἱ κίσται μυστικαί· δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν. Οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα χόνδροι τε ἁλῶν καὶ δράκων, ὄργιον ∆ιονύσου Βασσάρου; Οὐχὶ δὲ ῥοιαὶ πρὸς τοῖσδε καὶ κράδαι νάρθηκές τε καὶ κιττοί, πρὸς δὲ καὶ φθοῖς καὶ μήκωνες; Ταῦτ' ἔστιν αὐτῶν τὰ ἅγια. 2.22.5 Καὶ προσέτι τῆς Θέμιδος τὰ ἀπόρρητα σύμβολα ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος, ὅ ἐστιν εὐφήμως καὶ μυστι 2.22.6 κῶς εἰπεῖν μόριον γυναικεῖον. Ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας. Πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη· νυνὶ δὲ τοῖς μυουμένοις πεῖρα τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχού 2.22.7 μενον. Ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ· αἰδέσθητι, δᾳδοῦχε, τὰς λαμπάδας· ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς· ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια· σκότει τετι μήσθω τὰ ὄργια· τὸ πῦρ οὐχ ὑποκρίνεται, ἐλέγχειν καὶ κολάζειν κελεύεται. 2.23.1 Ταῦτα τῶν ἀθέων τὰ μυστήρια· ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασιν, παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνεσχημένοι τῇ ἀθεότητι, προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχη 2.23.2 κότας. ∆ιὰ τοῦτό τοι καὶ ὁ ἀπόστολος διελέγχει ἡμᾶς "Καὶ ἦτε ξένοι" λέγων "τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ". 2.24.1 Πολλὰ κἀγαθὰ γένοιτο τῷ τῶν Σκυθῶν βασιλεῖ, ὅστις ποτὲ ἦν [Ἀνάχαρσις]. Οὗτος τὸν πολίτην τὸν ἑαυτοῦ, τὴν παρὰ Κυζικηνοῖς Μητρὸς τῶν θεῶν τελετὴν ἀπομιμού μενον παρὰ Σκύθαις τύμπανόν τε ἐπικτυποῦντα καὶ κύμβαλον ἐπηχοῦντα καὶ τοῦ τραχήλου τινὰ μηναγυρτικὰ ἐξηρτημένον, κατετόξευσεν, ὡς ἄνανδρον αὐτόν τε παρ' Ἕλλησι γεγενη μένον καὶ τῆς