8
ἀληθείᾳ πεποιθότες. ταῦτα αὐτοῦ εἰπόντος, ἀπεκρινάμην· Ἤδη εὐχα- ριστῶ τῷ θεῷ· ὡς γὰρ ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχεν. πλὴν τὰ περὶ ἐμοῦ τοσοῦτον ἀμέριμνος ἴσθι ὅτι οὐ πώποτε ἐνδοιάσω, [τοσοῦτον] ὅσον εἰ καὶ αὐτὸς σὺ βουληθείης ποτὲ τῆς προφη- τικῆς ὑποθέσεως ἐκστῆσαί με, ἀδυνατῶν οὐ δυνήσῃ, τοσοῦτον οἶδα ὃ παρείληφα. καὶ μήτοι νόμιζέ μέ σοι μέγα ἐπαγγέλλεσθαι τοῦτ' αὐτὸ τὸ μὴ ἐνδοιάσαι ποτέ· ἀλλ' οὔτ' αὐτὸς ἐγὼ οὔτε τις ἀνθρώπων τὸν περὶ προφήτου λόγον ἐπακούσας ἐνδοιάσαι ποτὲ δυνήσεται, περὶ τῆς ἀληθοῦς ὑποθέσεως πρότερον ἐπακούσας καὶ νοήσας τίς ἐστιν προφητικῆς ἐπαγγε- λίας ἀλήθεια. διὸ θάρρει τῷ θεοβουλήτῳ δόγματι· πᾶσα γὰρ τέχνη κα- κίας νενίκηται. πρὸς γὰρ προφητείαν οὐδὲν δύνανται οὔτε τέχναι λό- γων οὔτε σοφισμάτων ἐπίνοιαι, οὐ συλλογισμοί, οὐκ ἄλλη τις μηχανή, ἐάν γε ὁ ἐπακούσας προφήτου ἀληθοῦς ἀληθείας ὄντως ὀρέγηται καὶ οὐ προφάσει ἀληθείας ἕτερόν τι περιβλέπηται. ὥστε, κύριέ μου Πέτρε, μὴ ἀθύμει ὡς ἀναισθήτῳ τὸ μέγιστον δωρησάμενος ἀγαθόν· αἰσθομένῳ γὰρ χάριτος ἐδωρήσω καὶ μὴ δυναμένῳ ἀπατηθῆναι ἀπὸ τοῦ δοθέντος ἀληθοῦς. οἶδα γὰρ ὅτι ἔνεστιν ὧν βούλεταί τις καὶ ταχέως λαβεῖν καὶ βραδέως μὴ τυχεῖν· οἶδα οὖν μὴ καταφρονεῖν τοῦ δοθέντος μοι διὰ τὸ τά- χος ἀσυγκρίτου καὶ μόνου ἀσφαλοῦς. Ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη· Χάριν ὁμολογῶ τῷ θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας καὶ περὶ τῆς ἐμῆς ἀπολαύσεως. ἀληθῶς γὰρ ἥδομαι εἰδὼς ὅτι ἐπέγνως τί ποτ' ἔστιν προφητείας μέγεθος. ἐπεὶ οὖν (ὡς ἔφης) οὐδ' ἂν αὐτὸς ἐγὼ θελήσω ποτέ (ὅπερ ἀπείη) εἰς ἕτερόν σε μεταστῆσαι δόγμα, οὐχ ἱκα- νὸς ἔσομαι πεῖσαί σε, ἄρξαι τοῦ λοιποῦ ἀπὸ τῆς αὔριον παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσιν. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα μάγον. καὶ ταῦτ' εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν ἰδίᾳ κἀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας μετὰ τὸ κορεσθῆναι καὶ αὐτοῦ τούτου τὸν λόγον μοι ἀποδοὺς ἐπήγαγεν λέγων· ∆ση σοι ὁ θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι καὶ βαπτισθέντα τῆς αὐτῆς μοι μεταλαβεῖν τραπέζης. ταῦτα εἰπὼν ἡσυχάζειν μοι προσέταξεν. ἤδη γάρ που καὶ τὸν ὕπνον ἀπῄτει ἡ τοῦ σώματος φύσις.