1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

8

εἰς ἕτερον ἔθνος τὸ οἱονδήποτε παραπέμπηται, μήτε διδάσκηται. Ὅθεν καὶ τοῖς μετ' αὐτὸν ὁ μέγας οὗτος βασιλεὺς ἐξασφαλιζόμενος περὶ τούτου ἐν τῇ ἁγίᾳ τραπέζῃ τῆς τοῦ Θεοῦ ἐκκλησίας ἀρὰς ἐγγραφῆναι πεποίηκεν, ἵνα ὁ ἐκ τοῦ τοιούτου πυρὸς εἰς ἕτερον ἔθνος δοῦναι τολμήσας μήτε Χριστιανὸς ὀνομάζεται, μήτε ἀξίας τινὸς ἢ ἀρχῆς ἀξιοῦται· ἀλλ' εἴ τινα καὶ ἔχων τύχῃ, καὶ ἀπὸ ταύτης ἐκβάληται καὶ εἰς αἰῶνας αἰώνων ἀναθεματίζηται καὶ παραδειγματίζηται, εἴτε βασιλεύς, εἴτε πατριάρχης, εἴτε τις ἄλλος ὁ οἱοσοῦν ἄνθρωπος, εἴτε ἄρχων, εἴτε ἀρχόμενος τυγχάνοι ὁ τὴν τοιαύτην ἐντολὴν παραβαίνειν πειρώμενος. Καὶ προετρέψατο πάντας τοὺς ζῆλον καὶ φόβον Θεοῦ ἔχοντας, ὡς κοινὸν ἐχθρὸν καὶ παραβάτην τῆς μεγάλης ταύτης ἐντολῆς, τὸν τοιοῦτον ἐπιχειροῦντα ποιεῖν ἀναιρεῖν σπουδάζειν, καὶ ἐχθίστῳ καὶ χαλεπῷ παραπέμπεσθαι θανάτῳ. Συνέβη δέ ποτε, τῆς κακίας ἀεὶ χώραν εὑρισκούσης, τινὰ τῶν ἡμετέρων στρατηγῶν δῶρα παρά τινων ἐθνικῶν πάμπολλα εἰληφότα μεταδοῦναι αὐτοῖς ἐκ τοῦ τοιούτου πυρός, καὶ μὴ ἀνεχομένου τοῦ Θεοῦ ἀνεκδίκητον καταλιπεῖν τὴν παράβασιν, ἐν τῷ μέλλειν αὐτὸν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ εἰσιέναι ἐκκλησίᾳ πῦρ ἐκ τοῦ οὐρανοῦ κατελθὸν τοῦτον κατέφαγε καὶ ἀνάλωσεν. Καὶ ἀπὸ τότε φόβος μέγας καὶ τρόμος ἐν ταῖς ἁπάντων ἐνετέθη ψυχαῖς, καὶ οὐκέτι οὐδεὶς τοῦ λοιποῦ, οὔτε βασιλεύς, οὔτε ἄρχων, οὔτε ἰδιώτης, οὔτε στρατηγός, οὔτε ὁ οἱοσοῦν ὅλως ἄνθρωπος κατετόλμησέ τι τοιοῦτον ἐνθυμηθῆναι, μήτι γε καὶ ἔργῳ ἐπιχειρῆσαι ποιῆσαι ἢ διαπράξασθαι." Ἀλλ' ἄγε δὴ μετάβηθι, καὶ πρὸς ἕτερον εἶδος αἰτήσεως παραλόγου καὶ ἀπρεποῦς εὐπρεπεῖς καὶ ἁρμόζοντας λόγους ἀναζήτει καὶ ἀναμάνθανε. Εἰ γάρ ποτε ἔθνος τι ἀπὸ τῶν ἀπίστων τούτων καὶ ἀτίμων βορείων γενῶν αἰτήσηται συμπενθεριάσαι μετὰ τοῦ βασιλέως Ῥωμαίων καὶ ἢ θυγατέρα αὐτοῦ εἰς νύμφην λαβεῖν ἢ ἐπιδοῦναι οἰκείαν θυγατέρα εἰς γυναῖκα χρηματίσαι βασιλέως ἢ βασιλέως υἱοῦ, χρή σε τοιούτοις ῥήμασι καὶ τὴν τοιαύτην αὐτῶν παράλογον ἀποκρούσασθαι αἴτησιν, λέγοντα, ὅτι· "Καὶ περὶ ταύτης τῆς ὑποθέσεως παραγγελία καὶ διάταξις φοβερὰ καὶ ἀπαραποίητος τοῦ μεγάλου καὶ ἁγίου Κωνσταντίνου ἐναπογέγραπται ἐν τῇ ἱερᾷ τραπέζῃ τῆς καθολικῆς τῶν Χριστιανῶν ἐκκλησίας τῆς Ἁγίας Σοφίας· τοῦ μηδέποτε βασιλέα Ῥωμαίων συμπενθεριάσαι μετὰ ἔθνους παρηλλαγμένοις καὶ ξένοις ἔθεσι χρωμένου τῆς Ῥωμαϊκῆς καταστάσεως, μάλιστα δὲ ἀλλοπίστου καὶ ἀβαπτίστου, εἰ μὴ μετὰ μόνων τῶν Φράγγων· τούτους γὰρ μόνους ὑπεξείλετο ὁ μέγας ἐκεῖνος ἀνήρ, Κωνσταντῖνος ὁ ἅγιος, ὅτι καὶ αὐτὸς τὴν γένεσιν ἀπὸ τῶν τοιούτων ἔσχε μερῶν, ὡς συγγενείας καὶ ἐπιμιξίας πολλῆς τυγχανούσης Φράγγοις τε καὶ Ῥωμαίοις. Καὶ διὰ τί μετὰ τούτων μόνων προετρέψατο συνιστᾶν γαμικὰ συναλ λάγια τοὺς βασιλεῖς Ῥωμαίων; ∆ιὰ τὴν ἄνωθεν τῶν μερῶν ἐκείνων καὶ γενῶν περιφάνειαν καὶ εὐγένειαν. Μετ' ἄλλου δέ του οἱουδήποτε ἔθνους μὴ δυναμένους τοῦτο ποιεῖν, ἀλλ' ὁ τοῦτο ποιῆσαι τολμήσας ἵνα, ὡς παραβάτης πατρικῶν εἰσηγήσεων καὶ βασιλείων θεσμῶν, ἀλλότριος κρίνοιτο τῶν Χριστιανῶν καταλόγων καὶ τῷ ἀναθέματι παραδίδοιτο. Ὁ δὲ προμνημονευθεὶς Λέων ἐκεῖνος ὁ βασιλεύς, ὁ καὶ τὸ στέμμα, καθὼς ἀνωτέρω προείρηται, παρανόμως καὶ τολμηρῶς ἀπὸ τῆς ἐκκλησίας δίχα γνώμης τοῦ τότε πατριαρχοῦντος λαβὼν καὶ περιθέμενος καὶ τὴν δίκην συντόμως δοὺς ἀξίαν τῆς αὐτοῦ πονηρᾶς ἐγχειρήσεως, ἐτόλμησε καὶ τὴν τοιαύτην ἐντολὴν τοῦ ἁγίου βασιλέως ἐκείνου, ἥτις, ὡς ἤδη δεδήλωται, ἐν τῇ ἁγίᾳ τραπέζῃ ἀναγεγραμμένη καθέστηκεν, παρὰ φαῦλον θέσθαι καὶ ὡς μηδὲν λογίσασθαι, καὶ ὡς ἅπαξ ἔξω τοῦ θείου φόβου καὶ τῶν ἐντολῶν αὐτοῦ πεποίηκεν ἑαυτόν, συνεστήσατο καὶ μετὰ τοῦ χαγάνου Χαζαρίας γαμικὸν συναλλάγιον, καὶ τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα ἐδέξατο, καὶ μέγα ἐκ τούτου ὄνειδος καὶ τῇ Ῥωμαίων ἀρχῇ καὶ ἑαυτῷ προσετρίψατο, ὡς τὰ προγονικὰ παραγγέλματα ἀκυρώσας καὶ παρ' οὐδὲν λογισάμενος· πλὴν οὐδὲ ὀρθόδοξος ἐκεῖνος Χριστιανὸς ἦν, ἀλλ' αἱρετικὸς καὶ εἰκονομάχος. ∆ιὸ χάριν τῶν τοιούτων αὐτοῦ