περὶ κῶλα αὐτῶν καὶ τὰς ἐπὶ τῶν μονοξύλων κατὰ διάστασιν ἀνηκούσας ἀρτήσεις ἐπί τε κριοφόρων χελωνῶν πύργων τε καὶ τῶν διπλῶν κλιμάκων καὶ ἔτι τὰς δι' αὐτῶν πρὸς τὸ τεῖχος γινομένας εὐεργεῖς διαβάθρας, πρὸς τὴν ἁρμόζουσαν ἐφεξῆς ἑκάστῳ ἐργασίαν ἐπὶ τῆς προκειμένης πραγματείας λεπτομερῶς διασαφήσαντες ἐξεθέμεθα. Ἐὰν τάχιον μετὰ κριῶν θελήσωμεν τείχη ἢ πόρτας ῥηγνύειν καὶ διασπᾶν, κριοφόρους ποιήσομεν χελώνας τετρατρόχους ὑψηλάς, ἄνωθεν ἁλύσεις ἢ σχοινία εὔτονα κατὰ πάχος ἐχούσας τὰ τὸν κριὸν βαστάζοντα καὶ ἀνέχοντα· ἀφ' ὑφηλοῦ γὰρ βασταζόμενος ὁ κριὸς πλέον ὄπισθεν διάστημα πρὸς τὴν κίνησιν λαμβάνει, καὶ ἐκ μακροῦ ἐπιφερόμενος καὶ ἐνσειόμενος πλέον ἐνδυναμοῦται καὶ προσκρούων τῷ τείχει βιαίαν καὶ ἰσχυρὰν ἀποτελεῖ τὴν πληγήν. Ἔστω δὲ τῷ εἴδει ὑψηλὴ ἡ χελώνη καὶ μὴ τοσοῦτον μεγάλη, ἵνα πρὸς τὴν κίνησιν εὐπαράγωγος ᾗ, διπλάσιον τὸ ὕψος τοῦ πλάτους ἔχουσα, τὸ δὲ μῆκος τοῦ ὕψους ἴσον ἢ μικρῷ ἔλασσον, ἵνα ὀξύρρυτος καὶ ἐπιμήκης εἴη, ὡς ἂν τὰ ἐν αὐτῇ ἐπιπίπτοντα βάρη πλαγιαζόμενα παρεκτρέχῃ κάτωθεν. Κατασκευάζεται δὲ οὕτως. Ζυγὰ δύο καὶ δύο τίθενται μήκους ὄντα ἀνὰ ποδῶν ˉκˉδ, διεστῶτα ἀπ' ἀλλήλων 226 ποδῶν οὐκ ἔλασσον ˉιˉβ· καὶ πρὸς αὐτὰ ἐμβάλλονται ξύλα δακτύλων κατὰ πάχος ˉιˉβ, πλάτους ποδὸς οὐκ ἔλαττον, ˉκˉδ ποδῶν πρὸς ὕψος, ἀριθμῷ ὄντα ὀκτώ, τέσσαρα καὶ τέσσαρα ἀφ' ἑκατέρων τῶν πλαγίων μερῶν ἐφιστάμενα· συννευόντα δὲ ἄνωθεν κατὰ κορυφὴν συμβάλλει ἀλλήλοις, περιλαμβάνοντα ξύλον, ὅ ἐστι ῥάχις τῆς χελώνης μακρότερον τοῦ περὶ τὰ ζυγὰ μήκους, καὶ παρεξέχον ἔμπροσθεν δι' ἃς προϊόντες λέξομεν αἰτίας. Καθ' ὃ δὲ μέρος τὴν χελώνην προσνεύειν βουλόμεθα, κατὰ μέσους τοὺς ὀρθοστάτας τούτοις ἄλλα ζυγὰ προσηλούσθω, καὶ ἐκ τοῦ ἔσωθεν μέρους ὑποβεβλήσθωσαν παραστάται ἀντέχοντες καὶ στηρίζοντες τὰ μέσα ζυγὰ καὶ τὴν ῥάχιν· τῇ δ' ἔξωθεν ἐπιφανείᾳ σανίσι κατὰ πάχος τετραδακτύλοις οἱ ὀρθοστάται σκεπέσθωσαν. Καὶ οὕτως συντελεῖται τὸ σχῆμα. Ἀπὸ δὲ τοῦ ἐδάφους τῶν ἔσω ζυγῶν ὑποστυλούσθω τὰ ἔξω ξύλοις ὀρθοῖς, ἀκλινέσι κατὰ κάθετον οὖσι· τὸ δὲ μεταξὺ κένωμα τὸ περὶ τὰ κάτω ζυγά, τουτέστι τὸ διάστημα, τροχοὺς τέσσαρας ἐχέτω τοὺς ἀνέχοντας καὶ βαστάζοντας τὸ ὅλον περὶ τὴν χελώνην σύμπηγμα. Ἵνα δὲ μὴ ἀνοίγηται τὰ κάτω ζυγά, περιστομίδας προσλάβοι οὐκ ἔξω τομῆς 227 γινομένης, ἀλλὰ χελωνίων προσηλώσει κρατούσας, ὡσανεὶ γρονθαρίων τινῶν περικεκομμένων, καὶ ἡμισφαιρίων ἐγγεγλυμμένων παρομοίων τοῖς ἐπὶ τῶν στροφίγγων τῶν θυρῶν τιθεμένοις, αἳ βάσεις ἔσονται τῆς ὀξυρρύτου χελώνης. Γίνεται δὲ ὁτὲ ἀμβλυτέρα καὶ ταπεινοτέρα ἡ τῆς χελώνης στέγη, ὅταν ἐπὶ τῶν μεσοστατῶν τῶν ἐπὶ τὰ ζυγὰ ὀρθίων ἑστώτων ἄνωθεν προστεθῶσιν οἱ λεγόμενοι συγκύπται καὶ τὴν ἀνωτάτην τοῦ ἀετώματος περιλάβωσι ῥάχιν, μακροτάτου δηλονότι τοῦ κριοῦ ὄντος καὶ τῆς χελώνης πόρρω τοῦ τείχους ἀφεστώσης. Εἰ γὰρ ἐλάσσων ὁ κριὸς κατὰ μῆκος τύχῃ καὶ ἡ χελώνη τοῦ τείχους ἔγγιον εἴη, οὐ δυνήσεται ἀντέχειν πρὸς τὰ ἐπικρημνιζόμενα καὶ πρὸς αὐτὴν ἐπιπίπτοντα βάρη διὰ τὸ τῆς στέγης ταπείνωμα, ἀλλὰ ῥῆξιν ἢ θραῦσιν ἐπὶ ταῖς ἁρμονιῶν λαβοῦσα συμβολαῖς ἐπισφαλὴς ἑαυτῇ τε καὶ τοῖς κριομαχοῦσι γενήσεται. Τὴν δὲ ὑπὸ τῶν προειρημένων παρορθίων μονοξύλων ἐπιλαμβανομένην ἄνωθεν ῥάχιν χρὴ παρεξέχειν ἔμπροσθεν κατὰ πρόσωπον τοῦ τείχους, ἵνα ἐπ' αὐτὴν προστέγασμα ᾗ καὶ τὰ ἐπὶ τῷ κριῷ πεμπόμενα προσδέχηται· εἰ γὰρ οἱ ἀπὸ τοῦ τείχους καταφερόμενοι μέγιστοι λίθοι καὶ τὰ πλάγια ξύλα τὰ ἐξ ἴσου ἰσοβαρῶς καὶ ἰσοζύγως κατερχόμενα ἀστέγαστον τύπτωσι τὸν κριὸν τῷ τείχει ἐπιφερόμενον, εἴτ' αὐτὸς ὁ κριὸς περινεύσας διασπασθήσεται, ἢ τοὺς κινοῦντας ἀπορρίψει καὶ διαφθερεῖ. Τοιαύτη μέν ἐστιν ἡ ἔμπροσθεν χελώνη 228 ἡ καὶ τὰς βασταγὰς τοῦ κριοῦ κατὰ διάστασιν ἔχουσα. Ἡ δὲ δευτέρα ταπεινοτέρα πρὸς ὕψος καὶ ἐλάσσων· καὶ ἄλλαι δύο κατόπισθεν ἔτι ἐλάσσονες· πρὸς ἀσφάλειαν γὰρ παρόδου ἀναγκαῖαι τυγχάνουσι. Πλείονας δὲ δεῖ αὐτὰς εἶναι καὶ μικράς, ὡς προείπομεν, διὰ