1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

8

γεῖται, φόβον δὲ Κυρίου αὐτὴ αἰνείτω. ∆ότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.» Καὶ πάλιν· «Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς.» Καὶ πάλιν· «Πολλαὶ γυναῖκες ᾠκοδόμησαν οἶκον.» Μεμαθήκατε, ὁποῖα ἐγκώμια γυνὴ σώφρων καὶ φίλανδρος λαμβάνει ἀπὸ Κυρίου τοῦ Θεοῦ. Eἰ πιστὴ καὶ ἀρεστὴ Κυρίῳ βούλει εἶναι, ὦ γύναι, μὴ καλλωπίζου ἐπὶ τῷ ἀρέσκειν σε ἀλλοτρίοις ἀνδράσιν, μηδὲ τὰ τῆς ἑται ριζομένης ἐμπλέγματα ἢ ἐνδύματα ἢ ὑποδέσεις μιμοῦ φορεῖν ἐπὶ τὸ ὑπάγεσθαι σε τοὺς εἰς τὰ τοιαῦτα παγιδευομέ νους. Καὶ γὰρ εἰ σὺ οὐκ ἐπὶ τὸ ἁμαρτάνειν ταῦτα ποιεῖς τὰ μύση, ἐπὶ δὲ τὸ μόνον καλλωπίζεσθαι, οὐδ' οὕτως ἐκφεύξῃ τὴν δίκην εἰς τὰ μετὰ ταῦτα, ἀναγκάσασα ἐπε νεχθῆναί σοί τινα εἰς τὸ ἐπιθυμῆσαί σου, καὶ μὴ ἑαυτὴν φυλάξασα ἐπὶ τὸ μήτε σὲ ὑποπεσεῖν ἁμαρτίᾳ μήτε μὴν ἑτέρους σκανδάλῳ. Eἰ δὲ καὶ ἁμαρτήσεις ἐνδοῦσα ἑαυτήν, καὶ σὺ ἐπλημμέλησας κἀκείνου ἔνοχος τῆς ψυχῆς ἐγένου. Eἶτα ἁμαρτήσασα ἐφ' ἑνί, ὥσπερ ἀπογνοῦσα εἰσάπαξ, ἐφ' ἑτέρους ἐκτραπήσῃ πάλιν ἀπηλγηκυῖα, καθά φησιν ὁ θεῖος λόγος· «Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ· ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.» Ἡ γὰρ τοιαύτη λοιπὸν ἀφειδῶς τετρωμένη παγιδεύει ψυχὰς ἀφρόνων. Μάθωμεν οὖν καὶ τὰς τοιαύτας πῶς θριαμβεύει ὁ θεῖος λόγος φάσκων· «Ἐμίσησα ὑπὲρ τὸν θάνατον σὺν τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρδίας, δεσμοὶ αἱ χεῖρες αὐτῆς.» Καὶ ἐν ἄλλοις· «Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ·ινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.» Καὶ πάλιν· «Ὥσπερ ἐν ξύλῳ σκώληξ, οὕτως ἀπόλλυσιν ἄνδρα γυνὴ κακοποιός.» Καὶ πάλιν· «Κρεῖσσον ἐστὶν οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ μετὰ γυναικὸς γλωσσώδους καὶ μαχίμης.» Μὴ οὖν μιμεῖσθε τὰς τοιαύτας γυναῖκας ὑμεῖς αἱ χριστιαναὶ ὑπάρχουσαι. Πιστὴ δὲ θέλουσα εἶναι, τῷ σῷ ἀνδρὶ πρόσεχε ἐπὶ τὸ ἀρέσκειν αὐτῷ μόνῳ, ἐν δὲ ταῖς πλα τείαις σκέπουσα τὴν κεφαλήν σου· διὰ γὰρ τῆς ἐπικαλύψεως ἀποκλείσεις τὴν θέαν τοῖς περιεργοτέροις. Μὴ κατα ζωγράφει σου τὸ ὑπὸ Θεοῦ σοὶ πεποιημένον πρόσωπον· οὐδὲν γὰρ ἐν σοί, ὃ κοσμήσεως δέεται, ἐπείπερ· «Πάντα, ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίανή· ἀσελγὴς δὲ ἐν καλῷ ἐπικόσμησις τεχνίτου χάριν ἐνυβρίζει. Κάτω βλέπουσα τὴν ὁδοιπορίαν σου ποιοῦ περικαλύπτουσα ἑαυτήν, καθὼς πρέπει γυναιξίν.