Μωσῆς Ἰησοῦ τοῦ Ναυῆ ἐπιλέξασθαι ἄνδρας δυνατοὺς καὶ ἐξελθεῖν καὶ παρατά 77.1196 ξασθαι Ἀμαλὴκ, ὑπεσήμαινεν ὅτι Ἰησοῦς ὁ Χριστὸς ὑποταγήσεται ταῖς ἐντολαῖς τοῦ Μωσαϊκοῦ νόμου. Οὐκ ἦλθον γὰρ, φησὶ, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Καὶ ἐπιλεξάμενος ἐκ παντὸς τοῦ Ἰσραὴλ, καὶ ἐκ παντὸς ἔθνους, ἄνδρας δυνατούς· φημὶ δὴ τοὺς ἱεροὺς ἀποστόλους καὶ τοὺς διαδόχους αὐτῶν· παρατάξεται τῷ διαβόλῳ τῷ βασιλεῖ τῆς κακίας καὶ ἁμαρτίας, καὶ καταπολεμήσει αὐτόν. Εἰσαύριον δὲ τὴν παράταξιν διωρίσατο ποιήσασθαι· δηλῶν τὸν μετέπειτα καιρὸν τῆς ἐνανθρωπήσεως τὸν μετὰ τὸ πλήρωμα τοῦ νομικοῦ χρόνου. Ἄνεισι δὲ ἐπὶ τὴν κορυφὴν τοῦ βουνοῦ Μωσῆς, ἵν' ἔχῃ καθορᾷν τὴν μάχην. Ἀναβιβάζει γὰρ καὶ ἡ κατὰ νόμον μυσταγωγία πρὸς ὕψος σύμμετρον γνώσεως· ὅθεν ἂν Ἰουδαῖοι δύναιντο καθορᾷν τὰ τῶν περὶ Χριστὸν στρατηγήματα· καὶ ἀνατείναντος μὲν Μωσέως τὰς χεῖρας κατίσχυεν Ἰσραήλ· καθιέντος δὲ κατίσχυεν Ἀμαλήκ. Χεῖρες μὲν γὰρ ἀποτάδην εἰς ἀέρα δεικνύμεναι, τὸ τοῦ σταυροῦ σχῆμα γράφουσι, πᾶς δὲ σταυροφόρος νικᾷ· καθάπερ αὖ πᾶς μὴ τὸν σταυρὸν φέρων, ἀλλὰ τὴν κατὰ Χριστὸν πίστιν προέμενος, πολεμεῖται. Βαρεῖαι δὲ αἱ χεῖρες Μωσέως, καὶ μόλις ἐπαιρόμεναι πρὸς τὸν εἰρημένον τύπον. Ὅτι καὶ οἱ τοῦ νόμου μόλις ἥκουσιν εἰς τὸ φορέσαι τὸν σταυρὸν τοῦ Χριστοῦ. Καὶ λαβόντες, φησὶ, λίθον ὑπέθηκαν ὑπ' αὐτὸν, καὶ ἐκάθητο ἐπ' αὐτοῦ· καὶ Ἀαρὼν καὶ Ὢρ, ἐστήριζον τὰς χεῖρας αὐτοῦ, ἐντεῦθεν εἷς, καὶ ἐντεῦθεν εἷς. Λίθος μὲν γὰρ τίμιος καὶ ἐκλεκτὸς ὁ Χριστὸς, ἐφ' ὃν ἐρειδόμενοι ἀναπαύονται, οἱ ἐξ Ἰσραὴλ πιστεύοντες. Ὁ αὐτὸς δὲ Χριστὸς νοεῖται καὶ Ἀαρὼν καὶ Ὢρ, ὡς ἀρχιερεὺς καὶ κριτής· Ἀαρὼν μὲν γὰρ ἀρχιερεὺς, κριτὴς δὲ Ὤρ. Ὃς Χριστὸς δι' ἀμφοτέρων νοούμενος, ὑπερείδει τοὺς ἐξ Ἰσραὴλ πιστοὺς, εἰς τὴν διὰ τοῦ σταυροῦ καὶ πίστιν, καὶ νίκην, καὶ οὐκ ἐᾷ βαρεῖσθαι καὶ κατασπᾶσθαι. Ἐνηχηθεὶς θεόθεν ὁ Μωσῆς προσέταξε τῷ λαῷ πλῦναι τὰ ἱμάτια ἑαυτῶν, καὶ ἀποσχέσθαι γυναικὸς, καὶ οὕτως ὑπὸ τὸ ὄρος Σινᾶ παραστῆναι τῷ Θεῷ. Χρὴ γὰρ ἀποπλύνασθαι τὸ αἶσχος τῆς κακίας καὶ ἐνδύσασθαι τὸ κάλλος τῆς ἀρετῆς, καὶ καθαρεύειν σωματικῆς ἡδονῆς καὶ μολυσμοῦ. Τοῦτο δὲ προστάττων ὁ νόμος, οὗ τύπος ὁ Μωσῆς, παρίστησι Χριστῷ τῷ Θεῷ τοὺς πειθομένους παιδαγωγῶν καὶ ῥυθμίζων, καὶ προσάγων τῇ τελειότητι. Κατέβη δὲ ὁ Θεὸς οὐ πρὸς τὸν λαὸν, ἀλλὰ πρὸς τὸ ὄρος. Ὁ μὲν γὰρ τῶν Ἑβραίων λαὸς χαμαίζηλος καὶ γεώδης, ὁ δὲ τῶν Χριστιανῶν, ὑψίνους, καὶ τῇ θεωρίᾳ μετέωρος, καὶ τῶν γηίνων ὑπερῃρμένος. Οἷς καὶ σωματικῶς ὁ Θεὸς ἐπεδήμησε καὶ συνανεστράφη ἐνανθρωπήσας. Πῦρ δὲ περὶ τὸ ὄρος, εἰς φόβον μὲν τοῦ παχέος λαοῦ, ᾧ οὐκ ἦν πνεῦμα υἱοθεσίας, ἀλλὰ δουλείας εἰς φόβον, βιαίως ἠγμένῳ καὶ οὐκ ἐθελουσίως εὐσεβοῦντι· εἰς κάθαρσιν δὲ τοῦ νέου· ἔστι γὰρ καὶ πῦρ καθαρτήριον. Ὁ δὲ καπνὸς τὸ ἀπόκρυφον ᾐνίττετο τῆς θείας φύσεως. Ἔθετο γὰρ, φησὶ, σκότος ἀποκρυφὴν αὐτοῦ. Ἢ καὶ ἄλλως, ὁ μὲν καπνὸς εἰς σύμβολον τῆς ἀχλύος, ἣ κατακέχυται τῆς διανοίας τῶν Ἰουδαίων, 77.1197 μὴ συγχωροῦσα ἐντρανίζειν ταῖς τῆς ἀληθείας αὐγαῖς. Τὸ δὲ πῦρ εἰς εἰκόνα τοῦ φωτὸς ὃ καταλάμπει τὸν νοῦν τῶν εἰς Χριστὸν πιστευόντων. Προβαίνουσαι δὲ αἱ φωναὶ τῆς σάλπιγγος ἐγίνοντο ἰσχυρότεραι· ἐπιδημήσαντος γὰρ τοῦ Χριστοῦ ἡμῖν, τρανότερα καὶ γνωριμώτερα γεγόνασι τὰ περὶ αὐτοῦ τῷ νόμῳ διαγορευόμενα. Ἀκούσατε γὰρ ταῦτα, φησὶ, πάντα τὰ ἔθνη. Ἀλλ' Ὁ μὲν Μωσῆς ἐλάλει, φησὶν, ὁ δὲ Θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ. Ὁ μὲν γὰρ οἷον παιδαγωγὸς ἐζήτει τὸν νόμον ᾧ βελτιωθῆναι μέλλοιεν· ὁ δὲ Θεὸς ἐνομοθέτει. Φωνὴ δὲ τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς Λόγος. Ἐξ αὐτοῦ γὰρ ὁ νόμος, εἰ καὶ δι' ἀγγέλων τῷ Μωσεῖ λελάληται. Κελεύσαντος δὲ τοῦ Θεοῦ, ἄνεισι Μωσῆς εἰς τὴν κορυφὴν τοῦ ὄρους· καλέσαντος γὰρ τοῦ Χριστοῦ τὸν πιστὸν λαὸν, τὸν ὑπερκείμενον